2 Παραλειπομένων 25:1
ΚΑΙ ἔστησε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἰμὰν καὶ Ἰδιθοὺν τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις. καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
2υἱοὶ Ἀσάφ, Σακχοὺρ Ἰωσὴφ καὶ Ναθανίας καὶ Ἐραήλ, υἱοὶ Ἀσὰφ ἐχόμενοι τοῦ βασιλέως.
Read all of 2 Παραλειπομένων 25
Cross References
1 Samuel 10:5καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ Θεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων, ἐκεῖ Νασὶβ ὁ ἀλλόφυλος. καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμᾶ, καὶ ἔμπροσθεν αὐτῶν νάβλα καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα, καὶ αὐτοὶ προφητεύοντες·
2 Kings 3:15καὶ νῦν λαβέ μοι ψάλλοντα. καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων, καὶ ἐγένετο ἐπ᾿ αὐτὸν χεὶρ Κυρίου,
1 Chronicles 6:33καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν, οἱ Λευῖται οἱ δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ Θεοῦ.
1 Chronicles 6:44καὶ τὴν Ἀσὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βασαμὺς καὶ τὰ περισπόρια αὐτῆς.
1 Chronicles 13:8καὶ Δαυὶδ καὶ πᾶς Ἰσραὴλ παίζοντες ἐναντίον τοῦ Θεοῦ ἐν πάσῃ δυνάμει καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις, ἐν τυμπάνοις, καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξι.
1 Chronicles 15:19καὶ οἱ ψαλτῳδοί, Αἰμάν, Ἀσὰφ καὶ Αἰθὰν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι·