1 Kings 1:34
καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε· ζήτω ὁ βασιλεὺς Σαλωμών.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
1 Samuel 16:3καὶ καλέσεις τὸν Ἰεσσαὶ εἰς τὴν θυσίαν, καὶ γνωριῶ σοι ἃ ποιήσεις, καὶ χρίσεις ὃν ἂν εἴπω πρός σε.
2 Samuel 2:4καὶ ἔρχονται ἄνδρες τῆς Ἰουδαίας καὶ χρίουσι τὸν Δαυὶδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰούδα. Καὶ ἀπήγγειλαν τῷ Δαυὶδ λέγοντες· ὅτι οἱ ἄνδρες Ἰαβὶς τῆς Γαλααδίτιδος ἔθαψαν τὸν Σαούλ.
2 Samuel 15:10καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ κατασκόπους ἐν πάσαις φυλαῖς Ἰσραὴλ λέγων· ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε· βεβασίλευκε βασιλεὺς Ἀβεσσαλὼμ ἐν Χεβρών.
1 Kings 19:16καὶ τὸν Ἰοὺ υἱὸν Ναμεσσὶ χρίσεις εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ τὸν Ἑλισαιὲ υἱὸν Σαφὰτ χρίσεις εἰς προφήτην ἀντὶ σοῦ.
2 Kings 9:6καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον, καὶ ἐπέχεε τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν Κυρίου ἐπὶ τὸν Ἰσραήλ,
2 Kings 11:12καὶ ἐξαπέστειλε τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ᾿ αὐτὸν τὸ νεζὲρ καὶ τὸ μαρτύριον καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν, καὶ ἐκρότησαν τῇ χειρὶ καὶ εἶπαν· ζήτω ὁ βασιλεύς.