1 Kings 10:1
ΚΑΙ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σαλωμὼν καὶ τὸ ὄνομα Κυρίου καὶ ἦλθε πειράσαι αὐτὸν ἐν αἰνίγμασι·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 10:7υἱοὶ δὲ Χούς· Σαβὰ καὶ Εὐϊλὰ καὶ Σαβαθὰ καὶ Ρεγμὰ καὶ Σαβαθακά. υἱοὶ δὲ Ρεγμά· Σαβὰ καὶ Δαδάν.
Genesis 25:3Ιεζὰν δὲ ἐγέννησε καὶ τὸν Θαιμὰν τὸν Σαβὰ καὶ τὸν Δεδάν· υἱοὶ δὲ Δεδὰν ἐγένοντο Ραγουὴλ καὶ Ναβδεὴλ καὶ Ἀσσουριεὶμ καὶ Λατουσιεὶμ καὶ Λαωμείμ.
1 Kings 5:14καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμὼν καὶ ἐλάμβανε δῶρα παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ. α Καὶ ἔλαβε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ αὐτῷ εἰς γυναῖκα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος Ἱερουσαλήμ. β τότε ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ προκατελάβετο τὴν Γαζὲρ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργάβ, καὶ ἔδωκεν αὐτὰς Φαραὼ ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμών, καὶ Σαλωμὼν ᾠκοδόμησε τὴν Γαζέρ.
2 Chronicles 9:1ΚΑΙ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σαλωμὼν καὶ ἦλθε τοῦ πειράσαι Σαλωμὼν ἐν αἰνίγμασιν εἰς Ἱερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα καὶ κάμηλοι αἴρουσαι ἀρώματα εἰς πλῆθος καὶ χρυσίον καὶ λίθον τίμιον καὶ ἦλθε πρὸς Σαλωμὼν καὶ ἐλάλησε πρὸς αὐτὸν πάντα, ὅσα ἦν ἐν τῇ ψυχῇ αὐτῆς.
Job 28:28εἶπε δὲ ἀνθρώπῳ· ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη.