1 Kings 11:23
[Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Ραζὼν υἱὸν Ἐλιαδαὲ τὸν Βαραμεὲθ Ἀδαδεζὲρ βασιλέα Σουβὰ κύριον αὐτοῦ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
2 Samuel 8:3καὶ ἐπάταξε Δαυὶδ τὸν Ἀδρααζὰρ υἱὸν Ραάβ, βασιλέα Σουβά, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπί τὸν ποταμὸν Εὐφράτην.
2 Samuel 10:8καὶ ἐξῆλθον οἱ υἱοὶ Ἀμμὼν καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης Συρίας Σουβὰ καὶ Ροὼβ καὶ Ἰστὼβ καὶ Μααχὰ μόνοι ἐν ἀγρῷ.
2 Samuel 16:11καὶ εἶπε Δαυὶδ πρὸς Ἀβεσσὰ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ· ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ Ἰεμινί· ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ Κύριος·
1 Kings 15:18καὶ ἔλαβεν Ἀσὰ σύμπαν τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοῖς θησαυροῖς οἴκου Κυρίου καὶ ἐν τοῖς θησαυροῖς τοῦ οἴκου τοῦ βασιλέως καὶ ἔδωκεν αὐτὰ εἰς χεῖρας παίδων αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς Ἀσὰ πρὸς υἱὸν Ἄδερ υἱὸν Ταβερεμμὰν υἱοῦ Ἀζὶν βασιλέως Συρίας τοῦ κατοικοῦντος ἐν Δαμασκῷ λέγων·
1 Chronicles 19:6καὶ εἶδον οἱ υἱοὶ Ἀμμὼν ὅτι ᾐσχύνθη λαὸς Δαυίδ, καὶ ἀπέστειλεν Ἀνὰν καὶ υἱοὶ Ἀμμὼν χίλια τάλαντα ἀργυρίου τοῦ μισθώσασθαι ἑαυτοῖς ἐκ Συρίας Μεσοποταμίας καὶ ἐκ Συρίας Μοοχὰ καὶ παρὰ Σωβὰ ἅρματα καὶ ἱππεῖς.