1 Kings 16:24
καὶ ἐκτήσατο Ἀμβρὶ τὸ ὄρος τὸ Σεμερὼν παρὰ Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους δύο ταλάντων ἀργυρίου καὶ ᾠκοδόμησε τὸ ὄρος καὶ ἐπεκάλεσε τὸ ὄνομα τοῦ ὄρους, οὗ ᾠκοδόμησεν, ἐπὶ τῷ ὀνόματι Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους Σαεμηρών.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
1 Kings 16:28καὶ ἐκοιμήθη Ἀμβρὶ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Σαμαρείᾳ, καὶ βασιλεύει Ἀχαὰβ ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. α Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ ἔτει τοῦ Ἀμβρὶ βασιλεύει Ἰωσαφὰτ υἱὸς Ἀσὰ ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γαζουβὰ θυγάτηρ Σελί. β καὶ ἐπορεύθη ἐν τῇ ὁδῷ Ἀσὰ τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν ἀπ᾿ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον Κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇραν, ἔθυον ἐν τοῖς ὑψηλοῖς, καὶ ἐθυμίων. γ καὶ ἃ συνέθετο Ἰωσαφὰτ μετὰ βασιλέως Ἰσραὴλ καὶ πᾶσα ἡ δυναστεία, ἣν ἐποίησε, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰούδα; δ καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν, ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις Ἀσὰ τοῦ πατρὸς αὐτοῦ, ἐξῇρεν ἀπὸ τῆς γῆς. ε καὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ Νασίβ. ζ καὶ ὁ βασιλεὺς Ἰωσαφὰτ ἐποίησε ναῦν εἰς Θαρσὶς πορεύεσθαι εἰς Σωφὶρ ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύθη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιὼν Γαβέρ. η τότε εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ· ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηῖ· καὶ οὐκ ἐβούλετο Ἰωσαφάτ. θ καὶ ἐκοιμήθη Ἰωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
1 Kings 18:2καὶ ἐπορεύθη Ἠλιοὺ τοῦ ὀφθῆναι τῷ Ἀχαάβ, καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ.
1 Kings 22:37ὅτι τέθνηκεν ὁ βασιλεύς. καὶ ἦλθον εἰς Σαμάρειαν καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ.
2 Kings 17:6ἐν ἔτει ἐνάτῳ Ὡσηὲ συνέλαβε βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν καὶ ἀπῴκισεν Ἰσραὴλ εἰς Ἀσσυρίους καὶ κατῴκισεν αὐτοὺς ἐν Ἀλαὲ καὶ ἐν Ἀβὼρ ποταμοῖς Γωζάν, καὶ ὄρη Μήδων.
Amos 6:1ΟΥΑΙ τοῖς ἐξουθενοῦσι Σιὼν καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας· ἀπετρύγησαν ἀρχὰς ἐθνῶν, καὶ εἰσῆλθον αὐτοί. οἶκος τοῦ Ἰσραήλ,