1 Kings 18:12
καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ, καὶ πνεῦμα Κυρίου ἀρεῖ σε εἰς τὴν γῆν, ἣν οὐκ οἶδα, καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Ἀχαάβ, καὶ οὐχ εὑρήσει σε, καὶ ἀποκτενεῖ με· καὶ ὁ δοῦλός σού ἐστι φοβούμενος τὸν Κύριον ἐκ νεότητος αὐτοῦ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
11καὶ νῦν σὺ λέγεις· πορεύου, ἀνάγγελλε τῷ κυρίῳ σου· ἰδοὺ Ἠλιού.
Cross References
1 Samuel 2:26καὶ τὸ παιδάριον Σαμουὴλ ἐπορεύετο καὶ ἐμεγαλύνετο καὶ ἦν ἀγαθὸν μετά Κυρίου καὶ μετὰ ἀνθρώπων.
1 Samuel 16:2καὶ εἶπε Σαμουήλ· πῶς πορευθῶ; καὶ ἀκούσεται Σαοὺλ καὶ ἀποκτενεῖ με. καὶ εἶπε Κύριος· δάμαλιν βοῶν λαβὲ ἐν τῇ χειρί σου καὶ ἐρεῖς· θῦσαι τῷ Κυρίῳ ἥκω·
2 Kings 2:11καὶ ἐγένετο αὐτῶν πορευομένων, ἐπορεύοντο καὶ ἐλάλουν· καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων, καὶ ἀνελήφθη Ἠλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν.
2 Chronicles 34:3καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ καὶ αὐτὸς ἔτι παιδάριον ἤρξατο τοῦ ζητῆσαι Κύριον τὸν Θεὸν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν καὶ τῶν ἄλσεων καὶ ἀπὸ τῶν περιβωμίων καὶ ἀπὸ τῶν χωνευτῶν.
Psalms 71:17ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.
Ecclesiastes 7:18ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ, καί γε ἀπὸ τούτου μὴ μιάνῃς τὴν χεῖρά σου, ὅτι φοβουμένοις τὸν Θεὸν ἐξελεύσεται τὰ πάντα.