1 Kings 18:40
καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαόν· συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνέλαβον αὐτούς, καὶ κατάγει αὐτοὺς Ἠλιοὺ εἰς τὸν χειμάρρουν Κισσῶν καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
39καὶ ἔπεσε πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον· ἀληθῶς Κύριος ὁ Θεός, αὐτὸς ὁ Θεός.
41Καὶ εἶπεν Ἠλιοὺ τῷ Ἀχαάβ· ἀνάβηθι καὶ φάγε καὶ πίε, ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ.
Cross References
Deuteronomy 13:5ὀπίσω Κυρίου τοῦ Θεοῦ ὑμῶν πορεύσεσθε καὶ τοῦτον φοβηθήσεσθε καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε καὶ αὐτῷ προστεθήσεσθε.
Deuteronomy 18:20πλὴν ὁ προφήτης, ὃς ἂν ἀσεβήσῃ λαλῆσαι ἐπὶ τῷ ὀνόματί μου ρῆμα, ὃ οὐ προσέταξα λαλῆσαι, καὶ ὃς ἂν λαλήσῃ ἐν ὀνόματι θεῶν ἑτέρων, ἀποθανεῖται ὁ προφήτης ἐκεῖνος.
Judges 4:13καὶ ἐκάλεσε Σισάρα πάντα τὰ ἅρματα αὐτοῦ ἐννακόσια ἅρματα σιδηρᾶ, καὶ πάντα τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ ἀπὸ Ἀρισὼθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κισῶν.
1 Kings 19:1ΚΑΙ ἀνήγγειλεν Ἀχαὰβ τῇ Ἰεζάβελ γυναικὶ αὐτοῦ πάντα, ἃ ἐποίησεν Ἠλιού, καὶ ὡς ἀπέκτεινε τοὺς προφήτας ἐν ρομφαίᾳ.
2 Kings 10:25καὶ ἐγένετο ὡς συνετέλεσε ποιῶν τὴν ὁλοκαύτωσιν, καὶ εἶπεν Ἰοὺ τοῖς παρατρέχουσι καὶ τοῖς τριστάταις· εἰσελθόντες πατάξατε αὐτούς, μὴ ἐξελθάτω ἐξ αὐτῶν ἀνήρ· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ρομφαίας, καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βάαλ.
2 Chronicles 23:17καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον Βάαλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰ εἴδωλα αὐτοῦ ἐλέπτυναν καὶ τὸν Ματθὰν ἱερέα Βάαλ ἐθανάτωσαν ἐναντίον τῶν θυσιαστηρίων αὐτοῦ.