The Bible Software
bible.software › 1 Kings › 1 Kings 2 › 1 Kings 2:26

1 Kings 2:26

Καὶ τῷ Ἀβιάθαρ τῷ ἱερεῖ εἶπεν ὁ βασιλεύς· ἀπότρεχε σὺ εἰς Ἀναθὼθ εἰς ἀγρόν σου, ὅτι ἀνὴρ θανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ οὐ θανατώσω σε, ὅτι ᾖρας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐνώπιον τοῦ πατρός μου, καὶ ὅτι ἐκακουχήθης ἐν πᾶσιν, οἷς ἐκακουχήθη ὁ πατήρ μου.

Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

In The King James Version

And unto Abiathar the priest said the king, Get thee to Anathoth, unto thine own fields; for thou art worthy of death: but I will not at this time put thee to death, because thou barest the ark of the Lord GOD before David my father, and because thou hast been afflicted in all wherein my father was afflicted.

In Context

25καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν ἐν χειρὶ Βαναίου υἱοῦ Ἰωδαὲ καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέθανεν Ἀδωνίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

27καὶ ἐξέβαλε Σαλωμὼν τὸν Ἀβιάθαρ τοῦ μὴ εἶναι ἱερέα τοῦ Κυρίου, πληρωθῆναι τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐπὶ τὸν οἶκον Ἡλὶ ἐν Σηλώμ.

Read all of 1 Kings 2

Cross References

Joshua 21:18καὶ Ἀναθὼθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γάμαλα καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες.

1 Samuel 23:6Καὶ ἐγένετο ἐν τῷ φεύγειν Ἀβιάθαρ υἱὸν Ἀβιμέλεχ πρὸς Δαυὶδ καὶ αὐτὸς μετὰ Δαυὶδ εἰς Κεϊλὰ κατέβη ἔχων ἐφοὺδ ἐν τῇ χειρὶ αὐτοῦ.

2 Samuel 12:5καὶ ἐθυμώθη ὀργῇ Δαυὶδ σφόδρα τῷ ἀνδρί, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν· ζῇ Κύριος, ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο

1 Kings 1:7καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ἰωὰβ τοῦ υἱοῦ Σαρουΐας καὶ μετὰ Ἀβιάθαρ τοῦ ἱερέως, καὶ ἐβοήθουν ὀπίσω Ἀδωνίου·

1 Kings 2:35καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναίου υἱὸν Ἰωδαὲ ἀντ᾿ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ἱερουσαλήμ· καὶ Σαδὼκ τὸν ἱερέα ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Ἀβιάθαρ. Καὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων υἱῶν ἀρχαίων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. καὶ ἔλαβε τὴν θυγατέρα Φαραὼ καὶ εἰσήγαγεν αὐτὴν εἰς πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν οἰκοδομῆσαι τὸν οἶκον αὐτοῦ. καὶ τὸν οἶκον Κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησε καὶ συνετέλεσε. καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδας αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει. καὶ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν. καὶ ᾠκοδόμησε τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτῆς καὶ διέκοψε τὴν πόλιν Δαυίδ· οὕτως θυγάτηρ Φαραὼ ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυὶδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησε τὴν ἄκραν. καὶ Σαλωμὼν ἀνέφερε τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον, ὃ ᾠκοδόμησε τῷ Κυρίῳ, καὶ ἐθυμία ἐνώπιον Κυρίου, καὶ συνετέλεσε τὸν οἶκον. καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμών· τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα. καὶ ᾠκοδόμησε τὴν Ἀσσοὺρ καὶ τὴν Μαγδὼ καὶ τὴν Γαζὲρ καὶ τὴν Βαιθωρὼν τὴν ἐπάνω καὶ τὰ Βααλάθ· πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ Κυρίου καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησε τὰς πόλεις ταύτας. καὶ ἐν τῷ ἔτι Δαυὶδ ζῆν ἐνετείλατο τῷ Σαλωμὼν λέγων· ἰδοὺ μετὰ σοῦ Σεμεΐ υἱὸς Γηρὰ υἱὸς τοῦ σπέρματος τοῦ Ἰεμενὶ ἐκ Χεβρών· οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς Παρεμβολάς, καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντὴν μοι ἐπὶ τὸν Ἰορδάνην καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ Κυρίου λέγων· εἰ θανατωθήσεται ἐν ρομφαίᾳ· καὶ νῦν μὴ ἀθωώσῃς αὐτόν, ὅτι ἀνὴρ φρόνιμος σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.

Isaiah 10:30ἡ θυγάτηρ Γαλλείμ, ἐπακούσεται Λαϊσά, ἐπακούσεται Ἀναθώθ·

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study 1 Kings 2:26

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← 1 Kings 2:251 Kings 21 Kings 2:27 →