The Bible Software
bible.software › 1 Kings › 1 Kings 2 › 1 Kings 2:36

1 Kings 2:36

Καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμεΐ καὶ εἶπεν αὐτῷ· οἰκοδόμησον σεαυτῷ οἶκον ἐν Ἱερουσαλὴμ καὶ κάθου ἐκεῖ καὶ οὐκ ἐξελεύσῃ ἐκεῖθεν οὐδαμοῦ·

Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

In The King James Version

And the king sent and called for Shimei, and said unto him, Build thee an house in Jerusalem, and dwell there, and go not forth thence any whither.

In Context

35καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναίου υἱὸν Ἰωδαὲ ἀντ᾿ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ἱερουσαλήμ· καὶ Σαδὼκ τὸν ἱερέα ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Ἀβιάθαρ. Καὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων υἱῶν ἀρχαίων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. καὶ ἔλαβε τὴν θυγατέρα Φαραὼ καὶ εἰσήγαγεν αὐτὴν εἰς πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν οἰκοδομῆσαι τὸν οἶκον αὐτοῦ. καὶ τὸν οἶκον Κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησε καὶ συνετέλεσε. καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδας αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει. καὶ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν. καὶ ᾠκοδόμησε τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτῆς καὶ διέκοψε τὴν πόλιν Δαυίδ· οὕτως θυγάτηρ Φαραὼ ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυὶδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησε τὴν ἄκραν. καὶ Σαλωμὼν ἀνέφερε τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον, ὃ ᾠκοδόμησε τῷ Κυρίῳ, καὶ ἐθυμία ἐνώπιον Κυρίου, καὶ συνετέλεσε τὸν οἶκον. καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμών· τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα. καὶ ᾠκοδόμησε τὴν Ἀσσοὺρ καὶ τὴν Μαγδὼ καὶ τὴν Γαζὲρ καὶ τὴν Βαιθωρὼν τὴν ἐπάνω καὶ τὰ Βααλάθ· πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ Κυρίου καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησε τὰς πόλεις ταύτας. καὶ ἐν τῷ ἔτι Δαυὶδ ζῆν ἐνετείλατο τῷ Σαλωμὼν λέγων· ἰδοὺ μετὰ σοῦ Σεμεΐ υἱὸς Γηρὰ υἱὸς τοῦ σπέρματος τοῦ Ἰεμενὶ ἐκ Χεβρών· οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς Παρεμβολάς, καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντὴν μοι ἐπὶ τὸν Ἰορδάνην καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ Κυρίου λέγων· εἰ θανατωθήσεται ἐν ρομφαίᾳ· καὶ νῦν μὴ ἀθωώσῃς αὐτόν, ὅτι ἀνὴρ φρόνιμος σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.

37καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χειμάρρουν Κέδρων, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ, τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου. καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

Read all of 1 Kings 2

Cross References

2 Samuel 14:24καὶ εἶπεν ὁ βασιλεύς· ἀποστραφήτω εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω καὶ ἀπέστρεψεν Ἀβεσσαλὼμ εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδε.

2 Samuel 16:5καὶ ἦλθεν ὁ βασιλεὺς Δαυὶδ ἕως Βαουρίμ· καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαούλ, καὶ ὄνομα αὐτῷ Σεμεΐ υἱὸς Γηρά· ἐξῆλθεν ἐκπορευόμενος καὶ καταρώμενος

1 Kings 2:8καὶ ἰδοὺ μετὰ σοῦ Σεμεΐ υἱὸς Γηρὰ υἱὸς τοῦ Ἰεμενὶ ἐκ Βαουρίμ, καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ, ᾗ ἐπορευόμην εἰς Παρεμβολάς, καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ ἐν Κυρίῳ λέγων· εἰ θανατώσω σε ἐν ρομφαίᾳ·

Proverbs 20:26λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφός, καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν.

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study 1 Kings 2:36

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← 1 Kings 2:351 Kings 21 Kings 2:37 →