1 Kings 2:4
ἵνα στήσῃ Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησε λέγων· ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιόν μου ἐν ἀληθείᾳ ἐν ὅλῃ καρδίᾳ αὐτῶν λέγων· οὐκ ἐξολοθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ἰσραήλ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 18:19ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ᾿ αὐτόν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἁβραὰμ πάντα, ὅσα ἐλάλησε πρὸς αὐτόν.
Deuteronomy 6:5καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου.
Deuteronomy 10:12Καὶ νῦν, Ἰσραήλ, τί Κύριος ὁ Θεός σου αἰτεῖται παρὰ σοῦ, ἀλλ᾿ ἢ φοβεῖσθαι Κύριον τὸν Θεόν σου καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λατρεύειν Κυρίῳ τῷ Θεῷ σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
2 Samuel 7:11ἀπὸ τῶν ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου, καὶ ἀπαγγελεῖ σοι Κύριος ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ.
2 Samuel 7:16καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου. καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα.
1 Kings 1:48καί γε οὕτως εἶπεν ὁ βασιλεύς· εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραήλ, ὃς ἔδωκε σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσι.