1 Kings 21:27
καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν, καὶ παρενέβαλεν Ἰσραὴλ ἐξεναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν, καὶ Συρία ἔπλησε τὴν γῆν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 33:4καὶ ἀκούσας ὁ λαὸς τὸ ρῆμα τὸ πονηρὸν τοῦτο, κατεπένθησεν ἐν πενθικοῖς.
2 Samuel 12:16καὶ ἐζήτησε Δαυὶδ τὸν Θεὸν περὶ τοῦ παιδαρίου, καὶ ἐνήστευσε Δαυὶδ νηστείαν καὶ εἰσῆλθε καὶ ηὐλίσθη ἐν σάκκῳ ἐπὶ τῆς γῆς.
2 Kings 18:37καὶ εἰσῆλθεν Ἑλιακὶμ υἱὸς Χελκίου ὁ οἰκονόμος καὶ Σωμνὰς ὁ γραμματεὺς καὶ Ἰωὰς υἱὸς Σαφὰτ ὁ ἀναμιμνήσκων πρὸς Ἐζεκίαν, διερρηχότες τὰ ἱμάτια καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ραψάκου.
1 Chronicles 21:16καὶ ἐπῇρε Δαυὶδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε τὸν ἄγγελον Κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ τοῦ οὐρανοῦ, καὶ ἡ ρομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ Ἱερουσαλήμ· καὶ ἔπεσε Δαυὶδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν.
Isaiah 22:12καὶ ἐκάλεσε Κύριος Κύριος σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων,
Isaiah 58:5οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ· οὐδ᾿ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ᾿ οὕτω καλέσετε νηστείαν δεκτήν.