1 Kings 22:3
καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς τοὺς παῖδας αὐτοῦ· εἰ οἴδατε ὅτι ἡμῖν Ρεμμὰθ Γαλαάδ, καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας;
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
2καὶ ἐγενήθη ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ καὶ κατέβη Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς βασιλέα Ἰσραήλ.
4καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ· ἀναβήσῃ μεθ᾿ ἡμῶν εἰς Ρεμμὰθ Γαλαὰδ εἰς πόλεμον;
Cross References
Deuteronomy 4:43τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ ἐν τῇ γῇ τῇ πεδινῇ τῷ Ρουβὴν καὶ τὴν Ραμὼθ ἐν Γαλαὰδ τῷ Γαδδὶ καὶ τὴν Γαυλὼν ἐν Βασὰν τῷ Μανασσῇ.
Joshua 21:38καὶ ἀπὸ φυλῆς Γὰδ τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Ραμὼθ ἐν τῇ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καμὶν καὶ τὰ περισπόρια αὐτῆς
Judges 18:9καὶ εἶπαν· ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾿ αὐτούς, ὅτι εἴδομεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα· καὶ ὑμεῖς ἡσυχάζετε; μὴ ὀκνήσητε τοῦ πορευθῆναι καὶ εἰσελθεῖν τοῦ κληρονομῆσαι τὴν γῆν.
1 Kings 4:13υἱὸς Γαβὲρ ἐν Ρεμὰθ Γαλαάδ, τούτῳ σχοίνισμα Ἐρεγαβά, ἣ ἐν τῇ Βασάν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς·