1 Kings 22:43
καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ἀσὰ τοῦ πατρὸς αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπ᾿ αὐτῆς τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
44πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.
Cross References
1 Samuel 12:20καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαόν· μὴ φοβεῖσθε· ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην, πλὴν μὴ ἐκκλίνητε ἀπό ὄπισθεν Κυρίου καὶ δουλεύσατε τῷ Κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν
1 Kings 15:5ὡς ἐποίησε Δαυὶδ τὸ εὐθὲς ἐνώπιον Κυρίου, οὐκ ἐξέκλινεν ἀπὸ πάντων, ὧν ἐνετείλατο αὐτῷ, πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.
1 Kings 15:14τὰ δὲ ὑψηλὰ οὐκ ἐξῇρε· πλὴν ἡ καρδία Ἀσὰ ἦν τελεία μετὰ Κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ.
2 Kings 14:3καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ· κατὰ πάντα ὅσα ἐποίησεν Ἰωὰς ὁ πατὴρ αὐτοῦ, ἐποίησε·
2 Kings 18:22καὶ ὅτι εἶπας πρός με· ἐπὶ Κύριον Θεὸν πεποίθαμεν· οὐχὶ αὐτὸς οὗτος, οὗ ἀπέστησεν Ἐζεκίας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ εἶπε τῷ Ἰούδᾳ καὶ τῇ Ἱερουσαλήμ· ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ἱερουσαλήμ;
2 Chronicles 14:11καὶ ἐβόησεν Ἀσὰ πρὸς Κύριο Θεὸν αὐτοῦ καὶ εἶπε· Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σώζειν ἐν πολλοῖς καὶ ἐν ὀλίγοις· κατίσχυσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποίθαμεν καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθομεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ τοῦτο· Κύριε ὁ Θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρός σε ἄνθρωπος.