1 Kings 22:6
καὶ συνήθροισεν ὁ βασιλεὺς Ἰσραὴλ πάντας τοὺς προφήτας, ὡς τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς· εἰ πορευθῶ εἰς Ρεμμὰθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπον· ἀνάβαινε, καὶ διδοὺς δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
1 Kings 12:9καὶ εἶπεν αὐτοῖς· τί ὑμεῖς συμβουλεύετε, καὶ τί ἀποκριθῶ τῷ λαῷ τούτῳ τοῖς λέγουσι πρός με λεγόντων· κούφισον ἀπὸ τοῦ κλοιοῦ, οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ᾿ ἡμᾶς;
1 Kings 18:20καὶ ἀπέστειλεν Ἀχαὰβ εἰς πάντα Ἰσραὴλ καὶ ἐπισυνήγαγε πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον.
1 Kings 22:22καὶ εἶπε πρὸς αὐτὸν Κύριος· ἐν τίνι; καὶ εἶπεν· ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς εἰς τὸ στόμα πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν· ἀπατήσεις καί γε δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτως.
2 Chronicles 18:14καὶ ἦλθε πρὸς τόν βασιλέα, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· Μιχαία, εἰ πορευθῶ εἰς Ραμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπεν· ἀνάβαινε καὶ εὐοδώσεις, καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν.
Jeremiah 8:10διὰ τοῦτο δώσω τὰς γυναῖκας αὐτῶν ἑτέροις καὶ τοὺς ἀγροὺς αὐτῶν τοῖς κληρονόμοις·
Jeremiah 23:14καὶ ἐν τοῖς προφήταις Ἱερουσαλὴμ ἑώρακα φρικτά, μοιχωμένους καὶ πορευομένους ἐν ψεύδεσι καὶ ἀντιλαμβανομένους χειρῶν πονηρῶν τοῦ μὴ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς· ἐγενήθησάν μοι πάντες ὡς Σόδομα καὶ οἱ κατοικοῦντες αὐτὴν ὥσπερ Γόμορρα.