1 Kings 5
1[Καὶ Σαλωμὼν ἦν ἐξουσιάζων ἐν πᾶσι τοῖς βασιλείοις ἀπὸ τοῦ ποταμοῦ γῆς ἀλλοφύλων καὶ ἕως ὁρίου Αἰγύπτου προσεγγίζοντες δῶρα καὶ δουλεύοντες τῷ Σαλωμὼν πάσας ἡμέρας ζωῆς αὐτοῦ.] ΚΑΙ ἐχορήγουν οἱ καθεσταμένοι οὕτως τῷ βασιλεῖ Σαλωμὼν καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως, ἕκαστος μῆνα αὐτοῦ, οὐ παραλλάσσουσι λόγον·
2καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον, οὗ ἂν ᾖ ὁ βασιλεύς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ. καὶ ταῦτα τὰ δέοντα τῷ Σαλωμὼν ἐν ἡμέρᾳ μιᾷ· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου.
3καὶ δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων ἐκλεκτῶν, σιτευτά·
4ὅτι ἦν ἄρχων πέραν ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόθεν.
5Καὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν.
10καὶ ἐπληθύνθη Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου
11καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους καὶ ἐσοφίσατο ὑπὲρ Γαιθὰν τὸν Ζαρείτην καὶ τὸν Αἰνὰν καὶ τὸν Χαλκὰλ καὶ Δαρδὰ υἱοὺς Μάλ.
12καὶ ἐλάλησε Σαλωμὼν τρισχιλίας παραβολάς, καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι.
13καὶ ἐλάλησεν ὑπὲρ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου καὶ ἐλάλησε περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων.
14καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμὼν καὶ ἐλάμβανε δῶρα παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ. α Καὶ ἔλαβε Σαλωμὼν τὴν θυγατέρα Φαραὼ αὐτῷ εἰς γυναῖκα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος Ἱερουσαλήμ. β τότε ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ προκατελάβετο τὴν Γαζὲρ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργάβ, καὶ ἔδωκεν αὐτὰς Φαραὼ ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμών, καὶ Σαλωμὼν ᾠκοδόμησε τὴν Γαζέρ.
15Καὶ ἀπέστειλε Χιρὰμ βασιλεὺς Τύρου τοὺς παῖδας αὐτοῦ χρῖσαι τὸν Σαλωμὼν ἀντὶ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀγαπῶν ἦν Χιρὰμ τὸν Δαυὶδ πάσας τὰς ἡμέρας.
16καὶ ἀπέστειλε Σαλωμὼν πρὸς Χιρὰμ λέγων·
17σὺ οἶδας τὸν πατέρα μου Δαυὶδ ὅτι οὐκ ἠδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων αὐτὸν ἕως τοῦ δοῦναι Κύριον αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ.
18καὶ νῦν ἀνέπαυσε Κύριος ὁ Θεός μου ἐμοὶ κυκλόθεν· οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἁμάρτημα πονηρόν.
19καὶ ἰδοὺ ἐγὼ λέγω οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ μου, καθὼς ἐλάλησε Κύριος ὁ Θεὸς πρὸς Δαυὶδ τὸν πατέρα μου, λέγων· ὁ υἱός σου, ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου, οὗτος οἰκοδομήσει τὸν οἴκον τῷ ὀνόματί μου.
20καὶ νῦν ἔντειλαι καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου, καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου· καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα, ὅσα ἂν εἴπῃς, ὅτι σὺ οἶδας ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι.
21καὶ ἐγενήθη καθὼς ἤκουσε Χιρὰμ τῶν λόγων Σαλωμών, ἐχάρη σφόδρα καὶ εἶπεν· εὐλογητὸς ὁ Θεὸς σήμερον, ὃς ἔδωκε τῷ Δαυὶδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον
22καὶ ἀπέστειλε πρὸς Σαλωμὼν λέγων· ἀκήκοα περὶ πάντων, ὧν ἀπέσταλκας πρός με· ἐγὼ ποιήσω πᾶν θέλημά σου, ξύλα κέδρινα καὶ πεύκινα·
23οἱ δοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν θάλασσαν, ἐγὼ θήσομαι αὐτὰ σχεδίας ἕως τοῦ τόπου, οὗ ἐὰν ἀποστείλῃς πρός με, καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ, καὶ σὺ ἀρεῖς· καὶ ποιήσεις τὸ θέλημά μου, τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου.
24καὶ ἦν Χιρὰμ διδοὺς τῷ Σαλωμὼν κέδρους καὶ πεύκας καὶ πᾶν θέλημα αὐτοῦ.
25καὶ Σαλωμὼν ἔδωκε τῷ Χιρὰμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχεὶρ τῷ οἴκῳ αὐτοῦ καὶ εἴκοσι χιλιάδας βαὶθ ἐλαίου κεκομμένου· κατὰ τοῦτο ἐδίδου Σαλωμὼν τῷ Χιρὰμ κατ᾿ ἐνιαυτόν.
26καὶ Κύριος ἔδωκε σοφίαν τῷ Σαλωμών, καθὼς ἐλάλησεν αὐτῷ· καὶ ἦν εἰρήνη ἀνὰ μέσον Χιρὰμ καὶ ἀνὰ μέσον Σαλωμών, καὶ διέθεντο διαθήκην ἀνὰ μέσον αὐτῶν.
27καὶ ἀνήνεγκεν ὁ βασιλεὺς φόρον ἐκ παντὸς Ἰσραήλ, καὶ ἦν ὁ φόρος τριάκοντα χιλιάδες ἀνδρῶν.
28καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον, δέκα χιλιάδες ἐν τῷ μηνί, ἀλλασσόμενοι, μῆνα ἦσαν ἐν τῷ Λιβάνῳ καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν· καὶ Ἀδωνιρὰμ ἐπὶ τοῦ φόρου.
29καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει,
30χωρὶς τῶν ἀρχόντων τῶν καθεσταμένων ἐπὶ τῶν ἔργων τῷ Σαλωμών, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται οἱ ποιοῦντες τὰ ἔργα.
32καὶ ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη.