1 Samuel 1:18
καὶ εἶπεν· εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου. καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔφαγε μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιε, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 32:5καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι, καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου Ἡσαῦ, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου.
Genesis 33:8καὶ εἶπε· τί ταῦτά σοι ἐστί, πᾶσαι αἱ παρεμβολαί αὗται, αἷς ἀπήντηκα; ὁ δὲ εἶπεν· ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου, κύριε.
Ruth 2:2καὶ εἶπε Ροὺθ ἡ Μωαβῖτις πρὸς Νωεμίν· πορευθῶ δὴ εἰς ἀγρὸν καὶ συνάξω ἐν τοῖς στάχυσι κατόπισθεν οὗ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ. εἶπε δὲ αὐτῇ· πορεύου, θύγατερ.
Psalms 34:6γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς·