1 Samuel 13:14
καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεταί σοι, καὶ ζητήσει Κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ, καὶ ἐντελεῖται Κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
1 Samuel 2:30διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· εἶπα· ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος· καὶ νῦν φησὶ Κύριος· μηδαμῶς ἐμοί, ὅτι ἀλλ᾿ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται.
1 Samuel 15:23ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους θεραφὶν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ.
1 Samuel 15:28καὶ εἶπε πρὸς αὐτὸν Σαμουήλ· διέρρηξε Κύριος τὴν βασιλείαν σου ἀπὸ Ἰσραὴλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ·
1 Samuel 16:12καὶ ἀπέστειλε καὶ εἰσήγαγεν αὐτόν· καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ ἀγαθὸς ὁράσει Κυρίῳ. καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἀνάστα καὶ χρῖσον τὸν Δαυίδ, ὅτι οὗτός ἐστιν ἀγαθός.
2 Samuel 6:21καὶ εἶπε Δαυὶδ πρὸς Μελχόλ· ἐνώπιον Κυρίου ὀρχήσομαι· εὐλογητὸς Κύριος, ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ τοῦ καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν Ἰσραήλ· καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον Κυρίου
2 Kings 20:5ἐπίστρεψον καὶ ἐρεῖς πρὸς Ἐζεκίαν τὸν ἡγούμενον τοῦ λαοῦ μου· τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου· ἤκουσα τῆς προσευχῆς σου, εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε, τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον Κυρίου·