1 Samuel 14:24
καὶ Σαοὺλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀρᾶται τῷ λαῷ λέγων· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον ἕως ἑσπέρας, καὶ ἐκδικήσω τὸν ἐχθρόν μου· καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου. καὶ πᾶσα ἡ γῆ ἠρίστα.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
25καὶ Ἰάαλ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ,
Cross References
Leviticus 5:4ἡ ψυχή, ἣ ἂν ὀμόσῃ διαστέλλουσα τοῖς χείλεσι κακοποιῆσαι ἢ καλῶς ποιῆσαι κατὰ πάντα, ὅσα ἐὰν διαστείλῃ ὁ ἄνθρωπος μεθ᾿ ὅρκου, καὶ λάθῃ αὐτὸν πρὸ ὀφθαλμῶν, καὶ οὗτος γνῷ, καὶ ἁμάρτῃ ἕν τι τούτων,
Numbers 21:2καὶ ηὔξατο Ἰσραὴλ εὐχὴν Κυρίῳ καὶ εἶπεν· ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ.
Joshua 6:17καὶ ἔσται ἡ πόλις ἀνάθεμα, αὐτὴ καὶ πάντα, ὅσα ἐστὶν ἐν αὐτῇ, Κυρίῳ Σαβαώθ· πλὴν Ραὰβ τὴν πόρνην περιποιήσασθε, αὐτὴν καὶ πάντα ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς.
Judges 1:28καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ἰσραήλ, καὶ ἐποίησε τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῇρεν αὐτόν.
Judges 11:30καὶ ηὔξατο Ἰεφθάε εὐχὴν τῷ Κυρίῳ καὶ εἶπεν· ἐὰν διδοὺς δῷς μοι τοὺς υἱοὺς Ἀμμὼν ἐν τῇ χειρί μου,
Judges 21:5καὶ εἶπαν οἱ υἱοὶ Ἰσραήλ· τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ πρὸς Κύριον; ὅτι ὁ ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσι πρὸς Κύριον εἰς Μασσηφὰθ λέγοντες· θανάτῳ θανατωθήσεται.