1 Samuel 14:36
Καὶ εἶπε Σαούλ· καταβῶμεν ὀπίσω τῶν ἀλλοφύλων τὴν νύκτα καὶ διαρπάσωμεν ἐν αὐτοῖς ἕως διαφαύσῃ ἡμέρα, καὶ μὴ ὑπολείπωμεν ἐν αὐτοῖς ἄνδρα. καὶ εἶπαν· πᾶν τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει. καὶ εἶπεν ὁ ἱερεύς· προσέλθωμεν ἐνταῦθα πρὸς τὸν Θεόν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Numbers 27:21καὶ ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως στήσεται, καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι Κυρίου· ἐπὶ τῷ στόματι αὐτοῦ ἐξελεύσονται καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται αὐτὸς καὶ οἱ υἱοὶ Ἰσραὴλ ὁμοθυμαδὸν καὶ πᾶσα ἡ συναγωγή.
Joshua 10:19ὑμεῖς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν· παρέδωκε γὰρ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν.
1 Samuel 1:23καὶ εἶπεν αὐτῇ Ἑλκανὰ ὁ ἀνὴρ αὐτῆς· ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό· ἀλλὰ στήσαι Κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου. καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασε τὸν υἱὸν αὐτῆς, ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν.
1 Samuel 14:3καὶ Ἀχιὰ υἱὸς Ἀχιτὼβ ἀδελφοῦ Ἰωχαβὴδ υἱοῦ Φινεὲς υἱοῦ Ἡλὶ ἱερεὺς τοῦ Θεοῦ ἐν Σηλὼμ αἴρων ἐφούδ. καὶ ὁ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται Ἰωνάθαν.
Isaiah 58:2ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν· ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼς αἰτοῦσί με νῦν κρίσιν δικαίαν καὶ ἐγγίζειν Θεῷ ἐπιθυμοῦσι