1 Samuel 16:11
καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαί· ἐκλελοίπασι τὰ παιδάρια; καὶ εἶπεν· ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ. καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαί· ἀπόστειλον καὶ λαβὲ αὐτόν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτόν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
1 Samuel 17:12Καὶ εἶπε Δαυὶδ υἱὸς ἀνθρώπου Ἐφραθαίου· οὗτος ἐκ Βηθλεὲμ Ἰούδα, καὶ ὄνομα αὐτῷ Ἰεσσαί, καὶ αὐτῷ ὀκτῳ υἱοί· καὶ ὁ ἀνὴρ ἐν ταῖς ἡμέραις Σαοὺλ πρεσβύτερος ἐληλυθὼς ἐν ἀνδράσι.
1 Samuel 17:28καὶ ἤκουσεν Ἐλιὰβ ὁ ἀδελφὸς αὐτοῦ ὁ μείζων ἐν τῷ λαλεῖν αὐτὸν πρὸς τοὺς ἄνδρας καὶ ὠργίσθη θυμῷ Ἐλιὰβ ἐν τῷ Δαυὶδ καὶ εἶπεν· ἱνατί τοῦτο κατέβης καὶ ἐπὶ τίνα ἀφῆκας τὰ μικρὰ πρόβατα ἐκεῖνα ἐν τῇ ἐρήμῳ; ἐγὼ οἶδα τὴν ὑπερηφανίαν σου καὶ τὴν κακίαν τῆς καρδίας σου, ὅτι ἕνεκεν τοῦ ἰδεῖν τὸν πόλεμον κατέβης.
2 Samuel 13:3καὶ ἦν τῷ Ἀμνὼν ἑταῖρος, καὶ ὄνομα αὐτῷ Ἰωναδάβ, υἱὸς Σαμαὰ τοῦ ἀδελφοῦ Δαυίδ· καὶ Ἰωναδὰβ ἀνὴρ σοφὸς σφόδρα.