1 Samuel 17:20
καὶ ὤρθρισε Δαυὶδ τὸ πρωΐ, καὶ ἀφῆκε τὰ πρόβατα φύλακι, καὶ ἔλαβε καὶ ἀπῆλθε, καθὰ ἐνετείλατο αὐτῷ Ἰεσσαί· καὶ ἦλθεν εἰς τὴν στρογγύλωσιν καὶ δύναμιν τὴν ἐκπορευομένην εἰς τὴν παράταξιν· καὶ ἠλάλαξαν ἐν τῷ πολέμῳ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
19καὶ Σαοὺλ αὐτὸς καὶ πᾶς ἀνὴρ Ἰσραὴλ ἐν τῇ κοιλάδι τῆς δρυὸς πολεμοῦντες μετὰ τῶν ἀλλοφύλων.
21καὶ παρετάξαντο Ἰσραὴλ καὶ οἱ ἀλλόφυλοι παράταξιν ἐξεναντίας παρατάξεως.
Cross References
1 Samuel 15:12καὶ ὤρθρισε Σαμουὴλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ἰσραὴλ τὸ πρωΐ. καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες· ἥκει Σαμουὴλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψε τὸ ἅρμα. καὶ κατέβη εἰς Γάλγαλα πρὸς Σαούλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ Κυρίῳ τὰ πρῶτα τῶν σκύλων, ὧν ἤνεγκεν ἐξ Ἀμαλήκ.
1 Samuel 26:5καὶ ἀνέστη Δαυὶδ λάθρᾳ καὶ εἰσπορεύεται εἰς τὸν τόπον, οὗ ἐκάθευδεν ἐκεῖ Σαούλ, καὶ ἐκεῖ Ἀβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος αὐτοῦ, καὶ Σαοὺλ ἐκάθευδεν ἐν λαμπήνῃ, καὶ ὁ λαὸς παρεμβεβληκὼς κύκλῳ αὐτοῦ.