1 Samuel 17:26
καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας τοὺς συνεστηκότας μετ᾿ αὐτοῦ λέγων· ἢ ποιηθήσεται τῷ ἀνδρί, ὃς ἂν πατάξει τὸν ἀλλόφυλον ἐκεῖνον, καὶ ἀφελεῖ ὀνειδισμὸν ἀπὸ Ἰσραήλ; ὅτι τίς ἀλλόφυλος ὁ ἀπερίτμητος αὐτός, ὅτι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος;
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
27καὶ εἶπεν αὐτῷ ὁ λαὸς κατὰ τὸ ρῆμα τοῦτο λέγων· οὕτως ποιηθήσεται τῷ ἀνδρί, ὃς ἂν πατάξει αὐτόν.
Cross References
Joshua 3:10ἐν τούτῳ γνώσεσθε ὅτι Θεὸς ζῶν ἐν ὑμῖν καὶ ὀλοθρεύων ὀλοθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν Χαναναῖον καὶ τὸν Χετταῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Ἰεβουσαῖον·
1 Samuel 11:2καὶ εἶπε πρὸς αὐτοὺς Νάας ὁ Ἀμμανίτης· ἐν ταύτῃ διαθήσομαι διαθήκην ὑμῖν, ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν, καὶ θήσομαι ὄνειδος ἐπὶ Ἰσραήλ.
1 Samuel 17:10καὶ εἶπεν ὁ ἀλλόφυλος· ἰδοὺ ἐγὼ ὠνείδισα τὴν παράταξιν Ἰσραὴλ σήμερον ἐν τῇ ἡμέρᾳ ταύτῃ· δότε μοι ἄνδρα, καὶ μονομαχήσομεν ἀμφότεροι.
1 Samuel 17:36καὶ τὸν λέοντα καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου, καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτόν, καὶ ἀφελῶ σήμερον ὄνειδος ἐξ Ἰσραήλ; διότι τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος;
2 Chronicles 32:17καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν Κύριον Θεὸν Ἰσραὴλ καὶ εἶπε περὶ αὐτοῦ λέγων· ὡς οἱ θεοὶ τῶν ἐθνῶν τῆς γῆς οὐκ ἐξείλαντο λαοὺς αὐτῶν ἐκ χειρος μου, οὕτως οὐ μὴ ἐξέληται ὁ Θεὸς Ἐζεκίου λαὸν αὐτοῦ ἐκ χειρός μου,
Psalms 44:13καὶ προσκυνήσεις αὐτῷ. καὶ θυγάτηρ Τύρου ἐν δώροις· τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.