1 Samuel 17:50
[Καὶ ἐκραταίωσε Δαυὶδ ὑπὲρ τὸν ἀλλόφυλον ἐν τῇ σφενδόνῃ καὶ ἐν τῷ λίθῳ, καὶ ἐπάταξε τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν· καὶ ρομφαία οὐκ ἦν ἐν χειρὶ Δαυίδ.]
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Judges 3:31Καὶ μετ᾿ αὐτὸν ἀνέστη Σαμεγὰρ υἱὸς Δινὰχ καὶ ἐπάταξε τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν· καὶ ἔσωσε καί γε αὐτὸς τὸν Ἰσραήλ.
1 Samuel 13:22καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις τοῦ πολέμου Μαχμὰς καὶ οὐχ εὑρέθη ρομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς τοῦ λαοῦ τοῦ μετὰ Σαοὺλ καὶ μετὰ Ἰωνάθαν, καὶ εὑρέθη τῷ Σαοὺλ καὶ τῷ Ἰωνάθαν υἱῷ αὐτοῦ.
1 Samuel 21:9καὶ εἶπεν ὁ ἱερεύς· ἰδοὺ ἡ ρομφαία Γολιὰθ τοῦ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ἠλά, καὶ αὐτὴν ἐνειλημμένη ἦν ἐν ἱματίῳ· εἰ ταύτην λήψῃ, σεαυτῷ λαβέ, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα. καὶ εἶπε Δαυίδ· ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν.