1 Samuel 18:1
[Καὶ ἐγένετο ὡς συνετέλεσε λαλῶν πρὸς Σαούλ, καὶ ἡ ψυχὴ Ἰωνάθαν συνεδέθη τῇ ψυχῇ Δαυὶδ καὶ ἠγάπησεν αὐτὸν Ἰωνάθαν κατὰ τὴν ψυχὴν αὐτοῦ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Deuteronomy 13:6καὶ ὁ προφήτης ἐκεῖνος ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκεῖνος ἀποθανεῖται· ἐλάλησε γὰρ πλανῆσαί σε ἀπὸ Κυρίου τοῦ Θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, τοῦ λυτρωσαμένου σε ἐκ τῆς δουλείας, ἐξῶσαί σε ἀπὸ τῆς ὁδοῦ, ἧς ἐνετείλατό σοι Κύριος ὁ Θεός σου πορεύεσθαι ἐν αὐτῇ· καὶ ἀφανιεῖς τὸ πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
1 Samuel 14:1ΚΑΙ γίνεται ἡ ἡμέρα καὶ εἶπεν Ἰωνάθαν υἱὸς Σαοὺλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ· δεῦρο, καὶ διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ· καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλε.
1 Samuel 18:3καὶ διέθετο Ἰωνάθαν καὶ Δαυὶδ ἐν τῷ ἀγαπᾶν αὐτὸν κατὰ τὴν ψυχὴν αὐτοῦ.
1 Samuel 19:2καὶ Ἰωνάθαν ὁ υἱὸς Σαοὺλ ᾑρεῖτο τὸν Δαυὶδ σφόδρα, καὶ ἀπήγγειλεν Ἰωνάθαν τῷ Δαυὶδ λέγων· Σαοὺλ ζητεῖ θανατῶσαί σε· φύλαξαι οὖν αὔριον πρωΐ καὶ κρύβηθι καὶ κάθισον κρυφῇ,
1 Samuel 20:17καὶ προσέθετο ἔτι Ἰωνάθαν ὀμόσαι τῷ Δαυίδ, ὅτι ἠγάπησε ψυχὴν ἀγαπῶντος αὐτόν.
1 Samuel 23:18καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον Κυρίου. καὶ ἀκάθητο Δαυὶδ ἐν Καινῇ, καὶ Ἰωνάθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ.