1 Samuel 2
1ΕΣΤΕΡΕΩΘΗ ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου· ἐπλατύνθη ἐπ᾿ ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίᾳ σου.
2ὅτι οὐκ ἔστιν ἅγιος ὡς Κύριος, καὶ οὐκ ἔστι δίκαιος ὡς ὁ Θεὸς ἡμῶν· οὐκ ἔστιν ἅγιος πλήν σου.
3μὴ καυχᾶσθε, καὶ μὴ λαλεῖτε ὑψηλά, μὴ ἐξελθέτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν, ὅτι Θεὸς γνώσεων Κύριος καὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ.
4τόξον δυνατῶν ἠσθένησε, καὶ ἀσθενοῦντες περιεζώσαντο δύναμιν·
5πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν· ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε.
6Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει·
7Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ.
8ἀνιστᾷ ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν καθίσαι μετὰ δυναστῶν λαοῦ καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς.
9διδοὺς εὐχὴν τῷ εὐχομένῳ καὶ εὐλόγησεν ἔτη δικαίου· ὅτι οὐκ ἐν ἰσχύϊ δυνατὸς ἀνήρ,
10Κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ, Κύριος ἅγιος. μὴ καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ᾿ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν τὸν Κύριον καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.
11Καὶ κατέλιπεν αὐτὸν ἐκεῖ ἐνώπιον Κυρίου καὶ ἀπῆλθεν εἰς Ἀρμαθαίμ, καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ Κυρίου ἐνώπιον Ἡλὶ τοῦ ἱερέως.
12Καὶ οἱ υἱοὶ Ἡλὶ τοῦ ἱερέως υἱοὶ λοιμοὶ οὐκ εἰδότες τὸν Κύριον. καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ, παντὸς τοῦ θύοντος·
13καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως, ὡς ἂν ἡψήθη τὸ κρέας, καὶ κρεάγρα τριόδους ἐν τῇ χειρὶ αὐτοῦ,
14καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν μέγαν ἢ εἰς τὸ χαλκεῖον ἢ εἰς τὴν χύτραν· καὶ πᾶν, ὃ ἐὰν ἀνέβη ἐν τῇ κρεάγρᾳ, ἐλάμβανεν ἑαυτῷ ὁ ἱερεύς· κατὰ τάδε ἐποίουν παντὶ Ἰσραὴλ τοῖς ἐρχομένοις θῦσαι Κυρίῳ ἐν Σηλὼμ.
15καὶ πρὶν θυμιαθῆναι τὸ στέαρ, ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως καὶ ἔλεγε τῷ ἀνδρὶ τῷ θύοντι· δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ, καὶ οὐ μὴ λάβω παρὰ σοῦ κρέας ἑφθὸν ἐκ τοῦ λέβητος.
16καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων· θυμιαθήτω πρῶτον, ὡς καθήκει, τὸ στέαρ, καὶ λάβε σεαυτῷ ἐκ πάντων, ὧν ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ εἶπεν· οὐχί, ὅτι νῦν δώσεις, καὶ ἐὰν μή, λήψομαι κραταιῶς.
17καὶ ἦν ἡ ἁμαρτία ἐνώπιον Κυρίου τῶν παιδαρίων μεγάλη σφόδρα, ὅτι ἠθέτουν τὴν θυσίαν Κυρίου.
18καὶ Σαμουὴλ ἦν λειτουργῶν ἐνώπιον Κυρίου παιδάριον περιεζωσμένον ἐφοὺδ βάρ,
19καὶ διπλοΐδα μικρὰν ἐποίησεν αὐτῷ ἡ μήτηρ αὐτοῦ καὶ ἀνέφερεν αὐτῷ ἐξ ἡμερῶν εἰς ἡμέρας ἐν τῷ ἀναβαίνειν αὐτὴν μετὰ τοῦ ἀνδρὸς αὐτῆς θῦσαι τὴν θυσίαν τῶν ἡμερῶν.
20καὶ εὐλόγησεν Ἡλὶ τὸν Ἑλκανὰ καὶ τὴν γυναῖκα αὐτοῦ λέγων· ἀποτίσαι σοι Κύριος σπέρμα ἐκ τῆς γυναικὸς ταύτης ἀντὶ τοῦ χρέους, οὗ ἔχρησας τῷ Κυρίῳ. καὶ ἀπῆλθεν ὁ ἄνθρωπος εἰς τὸν τόπον αὐτοῦ,
21καὶ ἐπεσκέψατο Κύριος τὴν Ἄνναν, καὶ ἔτεκεν ἔτι τρεῖς υἱοὺς καὶ δύο θυγατέρας. καὶ ἐμεγαλύνθη τὸ παιδάριον Σαμουὴλ ἐνώπιον Κυρίου.
22Καὶ Ἡλὶ πρεσβύτης σφόδρα· καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς Ἰσραήλ,
23καὶ εἶπεν αὐτοῖς· ἱνατί ποιεῖτε κατὰ τὸ ρῆμα τοῦτο, ὃ ἐγὼ ἀκούω ἐκ στόματος παντὸς τοῦ λαοῦ Κυρίου;
24μή, τέκνα, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοή, ἣν ἐγὼ ἀκούω· μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθαὶ αἱ ἀκοαί, ἃς ἐγὼ ἀκούω, τοῦ μὴ δουλεύειν λαὸν Θεῷ.
25ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς Κύριον· καὶ ἐὰν τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται ὑπὲρ αὐτοῦ; καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν, ὅτι βουλόμενος ἐβούλετο Κύριος διαφθεῖραι αὐτούς.
26καὶ τὸ παιδάριον Σαμουὴλ ἐπορεύετο καὶ ἐμεγαλύνετο καὶ ἦν ἀγαθὸν μετά Κυρίου καὶ μετὰ ἀνθρώπων.
27καὶ ἦλθεν ὁ ἄνθρωπος Θεοῦ πρὸς Ἡλὶ καὶ εἶπε· τάδε λέγει Κύριος· ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς οἶκον τοῦ πατρός σου ὄντων αὐτῶν ἐν γῇ Αἰγύπτῳ δούλων τῷ οἴκῳ Φαραὼ
28καὶ ἐξελεξάμην τὸν οἶκον τοῦ πατρός σου ἐκ πάντων τῶν σκήπτρων Ἰσραὴλ ἐμοὶ ἱερατεύειν καὶ ἀναβαίνειν ἐπὶ θυσιαστήριόν μου καὶ θυμιᾶν θυμίαμα καὶ αἴρειν ἐφοὺδ καὶ ἔδωκα τῷ οἴκῳ τοῦ πατρός σου τὰ πάντα τοῦ πυρὸς υἱῶν Ἰσραὴλ εἰς βρῶσιν·
29ἱνατί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογεῖσθαι ἀπαρχῆς πάσης θυσίας τοῦ Ἰσραὴλ ἔμπροσθέν μου;
30διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· εἶπα· ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος· καὶ νῦν φησὶ Κύριος· μηδαμῶς ἐμοί, ὅτι ἀλλ᾿ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται.
31ἰδοὺ ἔρχονται ἡμέραι καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου,
32καὶ οὐκ ἔσται σοι πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας·
33καὶ ἄνδρα οὐκ ἐξολοθρεύσω σοι ἀπὸ τοῦ θυσιαστηρίου μου ἐκλείπειν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ καταρρεῖν τὴν ψυχὴν αὐτοῦ, καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ρομφαίᾳ ἀνδρῶν.
34καὶ τοῦτό σοι τὸ σημεῖον, ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου, Ὀφνὶ καὶ Φινεές· ἐν μιᾷ ἡμέρᾳ ἀποθανοῦνται ἀμφότεροι.
35καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ διελεύσεται ἀνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας.
36καὶ ἔσται ὁ περισσεύων ἐν οἴκῳ σου ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου λέγων· παράρριψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου φαγεῖν ἄρτον.