1 Samuel 2:16
καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων· θυμιαθήτω πρῶτον, ὡς καθήκει, τὸ στέαρ, καὶ λάβε σεαυτῷ ἐκ πάντων, ὧν ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ εἶπεν· οὐχί, ὅτι νῦν δώσεις, καὶ ἐὰν μή, λήψομαι κραταιῶς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
17καὶ ἦν ἡ ἁμαρτία ἐνώπιον Κυρίου τῶν παιδαρίων μεγάλη σφόδρα, ὅτι ἠθέτουν τὴν θυσίαν Κυρίου.
Cross References
Leviticus 7:23λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων· πᾶν στέαρ βοῶν, καὶ προβάτων, καὶ αἰγῶν οὐκ ἔδεσθε.
Nehemiah 5:15καὶ τὰς βίας τὰς πρώτας, ἃς πρὸ ἐμοῦ ἐβάρυναν ἐπ' αὐτούς, καὶ ἐλάβοσαν παρ' αὐτῶν ἐν ἄρτοις καὶ ἐν οἴνῳ ἔσχατον ἀργύριον, δίδραχμα τεσσαράκοντα, καὶ οἱ ἐκτετιναγμένοι αὐτῶν ἐξουσιάζονται ἐπὶ τὸν λαόν· κἀγὼ οὐκ ἐποίησα οὕτως ἀπὸ προσώπου φόβου Θεοῦ.
Micah 3:5τάδε λέγει Κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας εἰρήνην ἐπ᾿ αὐτόν, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν, ἤγειραν ἐπ᾿ αὐτὸν πόλεμον.