1 Samuel 21:7
καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος νεεσσαρὰν ἐνώπιον Κυρίου, καὶ ὄνομα αὐτῷ Δωὴκ ὁ Σύρος νέμων τὰς ἡμιόνους Σαούλ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 13:7καὶ ἐγένετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ ¨Αβραμ καὶ ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Λώτ· οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν.
Leviticus 22:10καὶ πᾶς ἀλλογενὴς οὐ φάγεται ἅγια· πάροικος ἱερέως ἢ μισθωτὸς οὐ φάγεται ἅγια.
Leviticus 24:5Καὶ λήψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους, δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς·
1 Samuel 11:5καὶ ἰδοὺ Σαοὺλ ἤρχετο μετὰ τὸ πρωΐ ἐξ ἀγροῦ, καὶ εἶπε Σαούλ· τί ὅτι κλαίει ὁ λαός; καὶ διηγοῦνται αὐτῷ τὰ ρήματα τῶν ἀνδρῶν Ἰαβίς.
1 Samuel 22:9καὶ ἀποκρίνεται Δωὴκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαοὺλ καὶ εἶπεν· ἑώρακα τὸν υἱὸν Ἰεσσαὶ παραγινόμενον εἰς Νομβὰ πρὸς Ἀβιμέλεχ υἱὸν Ἀχιτὼβ τὸν ἱερέα,
1 Chronicles 27:29καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Σαρὼν Σατραΐ ὁ Σαρωνίτης, καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσι Σωφὰτ ὁ τοῦ Ἀδλί,