1 Samuel 22:10
καὶ ἠρώτα αὐτῷ διά τοῦ Θεοῦ καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ καὶ τὴν ρομφαίαν Γολιὰθ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Numbers 27:21καὶ ἔναντι Ἐλεάζαρ τοῦ ἱερέως στήσεται, καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι Κυρίου· ἐπὶ τῷ στόματι αὐτοῦ ἐξελεύσονται καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται αὐτὸς καὶ οἱ υἱοὶ Ἰσραὴλ ὁμοθυμαδὸν καὶ πᾶσα ἡ συναγωγή.
1 Samuel 21:6καὶ ἔδωκεν αὐτῷ Ἀβιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτος, ἀλλ᾿ ἢ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου τοῦ παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς.
1 Samuel 21:10καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυὶδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαούλ. Καὶ ἦλθε Δαυὶδ πρὸς Ἀγχοῦς βασιλέα Γέθ.
1 Samuel 22:15ἦ σήμερον ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ; μηδαμῶς. μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ᾿ ὅλον τὸν οἶκον τοῦ πατρός μου, ὅτι οὐκ ᾔδει ὁ δοῦλός σου ἐν πᾶσι τούτοις ρῆμα μικρὸν ἢ μέγα.
1 Samuel 23:4καὶ προσέθετο Δαυὶδ ἔτι ἐπερωτῆσαι διὰ τοῦ Κυρίου, καὶ ἀπεκρίθη αὐτῷ Κύριος καὶ εἶπεν αὐτῷ· ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλά, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου.
1 Samuel 30:8καὶ ἐπηρώτησε Δαυὶδ διά τοῦ Κυρίου λέγων· εἰ καταδιώξω ὀπίσω τοῦ γεδδοὺρ τούτου, εἰ καταλήψομαι αὐτούς; καὶ εἶπεν αὐτῷ· καταδίωκε, ὅτι καταλαμβάνων καταλήψῃ αὐτοὺς καὶ ἐξαιρούμενος ἐξελῇ.