1 Samuel 22:8
ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ᾿ ἐμέ, καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ Ἰεσσαί, καὶ οὐκ ἔστι πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου, ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ᾿ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
1 Samuel 18:3καὶ διέθετο Ἰωνάθαν καὶ Δαυὶδ ἐν τῷ ἀγαπᾶν αὐτὸν κατὰ τὴν ψυχὴν αὐτοῦ.
1 Samuel 20:8καὶ ποιήσεις ἔλεος μετὰ τοῦ δούλου σου, ὅτι εἰσήγαγες εἰς διαθήκην Κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ· καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου, θανάτωσόν με σύ, καὶ ἕως τοῦ πατρός σου ἱνατί οὕτως εἰσάγεις με;
1 Samuel 20:30καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ ἐπὶ Ἰωνάθαν σφόδρα καὶ εἶπεν αὐτῷ· υἱὲ κορασίων αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ Ἰεσσαὶ εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου;
1 Samuel 23:16καὶ ἀνέστη Ἰωνάθαν υἱὸς Σαοὺλ καὶ ἐπορεύθη πρὸς Δαυὶδ εἰς Καινὴν καὶ ἐκραταίωσε τὰς χεῖρας αὐτοῦ ἐν Κυρίῳ.
2 Kings 6:11καὶ ἐξεκινήθη ἡ ψυχὴ βασιλέως Συρίας περὶ τοῦ λόγου τούτου, καὶ ἐκάλεσε τοὺς παῖδας αὐτοῦ καὶ εἶπε πρὸς αὐτούς· οὐκ ἀναγγελεῖτέ μοι τίς προδίδωσί με βασιλεῖ Ἰσραήλ;