1 Samuel 24
1ΚΑΙ ἀνέστη Δαυὶδ ἐκεῖθεν καὶ ἐκάθισεν ἐν τοῖς στενοῖς Ἐγγαδδί.
2καὶ ἐγενήθη ὡς ἐνέστρεψε Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ ἀπηγγέλη αὐτῷ λεγόντων, ὅτι Δαυὶδ ἐν τῇ ἐρήμῳ Ἐγγαδδί.
3καὶ ἔλαβε μεθ᾿ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς Ἰσραὴλ καὶ ἐπορεύθη ζητεῖν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Σαδαιέμ.
4καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ Σαοὺλ εἰσῆλθε παρασκευάσασθαι· καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο.
5καὶ εἶπον οἱ ἄνδρες Δαυὶδ πρὸς αὐτόν· ἰδοὺ ἡ ἡμέρα αὕτη, ἣν εἶπε Κύριος πρός σε παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. καὶ ἀνέστη Δαυὶδ καὶ ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος τοῦ Σαοὺλ λαθραίως.
6καὶ ἐγενήθη μετὰ ταῦτα καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτόν, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ,
7καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας αὐτοῦ· μηδαμῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ρῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ Κυρίου ἐπενέγκαι χεῖρά μου ἐπ᾿ αὐτόν, ὅτι χριστὸς Κυρίου ἐστὶν οὗτος·
8καὶ ἔπεισε Δαυὶδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θανατῶσαι τὸν Σαούλ. καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη τὴν ὁδόν.
9καὶ ἀνέστη Δαυὶδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου, καὶ ἐβόησε Δαυὶδ ὀπίσω Σαοὺλ λέγων· κύριε βασιλεῦ· καὶ ἐπέβλεψε Σαοὺλ εἰς τὰ ὀπίσω αὐτοῦ, καὶ ἔκυψε Δαυὶδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.
10καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· ἱνατί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων· ἰδοὺ Δαυὶδ ζητεῖ τὴν ψυχήν σου;
11ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑωράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέ σε Κύριος σήμερον εἰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε καὶ ἐφεισάμην σου καὶ εἶπα· οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς Κυρίου οὗτός ἐστι.
12καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου· ἐγὼ ἀφῃ£ρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε. καὶ γνῶθι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστι κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σέ· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν.
13δικάσαι Κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσαι με Κύριος ἐκ σοῦ· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σοί,
14καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία· ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ.
15καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ, βασιλεῦ Ἰσραήλ; ὀπίσω τίνος καταδιώκεις σύ; ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός;
16γένοιτο Κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ· ἴδοι Κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου.
17καὶ ἐγένετο ὡς συνετέλεσε Δαυὶδ τὰ ρήματα ταῦτα λαλῶν πρὸς Σαούλ, καὶ εἶπε Σαούλ· ἡ φωνή σου αὕτη τέκνον Δαυίδ; καὶ ᾖρε Σαοὺλ τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσε.
18καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ· δίκαιος σὺ ὑπὲρ ἐμέ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά.
19καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθά, ὡς ἀπέκλεισέ με Κύριος εἰς χεῖράς σου σήμερον καὶ οὐκ ἀπέκτεινάς με·
20καὶ ὅτι εἰ εὕροι τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει καὶ ἐκπέμψει αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ Κύριος ἀποτίσει αὐτῷ ἀγαθά, καθὼς πεποίηκας σήμερον.
21καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις καὶ στήσεται ἐν χειρί σου ἡ βασιλεία Ἰσραήλ.
22καὶ νῦν ὄμοσόν μοι ἐν Κυρίῳ ὅτι οὐκ ἐξολοθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου, οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
23καὶ ὤμοσε Δαυὶδ τῷ Σαούλ. καὶ ἀπῆλθε Σαοὺλ εἰς τὸν τόπον αὐτοῦ, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσαρὰ στενήν.