1 Samuel 25
1ΚΑΙ ἀπέθανε Σαμουήλ, καὶ συναθροίζονται πᾶς Ἰσραὴλ καὶ κόπτονται αὐτὸν καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Ἀρμαθαίμ. καὶ ἀνέστη Δαυὶδ καὶ κατέβη εἰς τὴν ἔρημον Μαάν.
2καὶ ἦν ἄνθρωπος ἐν τῇ Μαάν, καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ· καὶ ὁ ἄνθρωπος μέγας σφόδρα, καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι· καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ.
3καὶ ὄνομα τῷ ἀνθρώπῳ Νάβαλ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Ἀβιγαία· καὶ ἡ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ καλὴ τῷ εἴδει σφόδρα, καὶ ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασι, καὶ ὁ ἄνθρωπος κυνικός.
4καὶ ἤκουσε Δαυὶδ ἐν τῇ ἐρήμῳ ὅτι κείρει Νάβαλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ,
5καὶ ἀπέστειλε Δαυὶδ δέκα παιδάρια καὶ εἶπε τοῖς παιδαρίοις· ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Νάβαλ καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην
6καὶ ἐρεῖτε τάδε· εἰς ὥρας· καὶ σὺ ὑγιαίνων, καὶ ὁ οἶκός σου, καὶ πάντα τὰ σὰ ὑγιαίνοντα.
7καὶ νῦν ἰδοὺ ἀκήκοα ὅτι κείρουσί σοι νῦν οἱ ποιμένες σου, οἳ ἦσαν μεθ᾿ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἀπεκωλύσαμεν αὐτοὺς καὶ οὐκ ἐνετειλάμεθα αὐτοῖς οὐθὲν πάσας τὰς ἡμέρας ὄντων αὐτῶν ἐν Καρμήλῳ·
8ἐρώτησον τὰ παιδάριά σου καὶ ἀπαγγελοῦσί σοι. καὶ εὑρέτωσαν τὰ παιδάρια χάριν ἐν ὀφθαλμοῖς σου, ὅτι ἐφ᾿ ἡμέραν ἀγαθὴν ἥκομεν· δὸς δὴ ὃ ἐὰν εὕρῃ ἡ χείρ σου τῷ υἱῷ σου τῷ Δαυίδ.
9καὶ ἔρχονται τὰ παιδάρια καὶ λαλοῦσι τοὺς λόγους τούτους πρὸς Νάβαλ κατὰ πάντα τὰ ρήματα ταῦτα ἐν τῷ ὀνόματι Δαυίδ. καὶ ἀνεπήδησε
10καὶ ἀπεκρίθη Νάβαλ τοῖς παισὶ Δαυὶδ καὶ εἶπε· τίς ὁ Δαυὶδ καὶ τίς ὁ υἱὸς Ἰεσσαί; σήμερον πεπληθυμμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ.
11καὶ λήψομαι τοὺς ἄρτους μου καὶ τὸν οἶνόν μου καὶ τὰ θύματά μου, ἃ τέθυκα τοῖς κείρουσί μου τὰ πρόβατα, καὶ δώσω αὐτὰ ἀνδράσιν, οἷς οὐκ οἶδα πόθεν εἰσί;
12καὶ ἀπεστράφησαν τὰ παιδάρια Δαυὶδ εἰς ὁδὸν αὐτῶν καὶ ἀνέστρεψαν καὶ ἦλθον καὶ ἀνήγγειλαν τῷ Δαυὶδ κατὰ τὰ ρήματα ταῦτα.
13καὶ εἶπε Δαυὶδ τοῖς ἀνδράσιν αὐτοῦ· ζώσασθε ἕκαστος τὴν ρομφαίαν αὐτοῦ· καὶ ἀνέβησαν ὀπίσω Δαυὶδ ὡς τετρακόσιοι ἄνδρες, καὶ οἱ διακόσιοι ἐκάθισαν μετὰ τῶν σκευῶν.
14καὶ τῇ Ἀβιγαίᾳ γυναικὶ Νάβαλ ἀπήγγειλεν ἓν τῶν παιδαρίων λέγων· ἰδοὺ Δαυὶδ ἀπέστειλεν ἀγγέλους ἐκ τῆς ἐρήμου εὐλογῆσαι τὸν κύριον ἡμῶν, καὶ ἐξέκλινεν ἀπ᾿ αὐτῶν.
15καὶ οἱ ἄνδρες ἀγαθοὶ ἡμῖν σφόδρα· οὐκ ἀπεκώλυσαν ἡμᾶς οὐδὲ ἐνετείλαντο ἡμῖν οὐδὲν πάσας τὰς ἡμέρας, ἃς ἦμεν παρ᾿ αὐτοῖς·
16καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ ὡς τεῖχος ἦσαν περὶ ἡμᾶς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν πάσας τὰς ἡμέρας, ἃς ἤμεθα παρ᾿ αὐτοῖς ποιμαίνοντες τὸ ποίμνιον.
17καὶ νῦν γνῶθι καὶ ἰδὲ σὺ τί ποιήσεις, ὅτι συντετέλεσται ἡ κακία εἰς τὸν κύριον ἡμῶν καὶ εἰς τὸν οἶκον αὐτοῦ· καὶ οὗτος υἱὸς λοιμός, καὶ οὐκ ἔστι λαλῆσαι πρὸς αὐτόν.
18καὶ ἔσπευσεν Ἀβιγαία καὶ ἔλαβε διακοσίους ἄρτους καὶ δύο ἀγγεῖα οἴνου καὶ πέντε πρόβατα πεποιημένα καὶ πέντε οἰφὶ ἀλφίτου καὶ γόμορ ἓν σταφίδος καὶ διακοσίας παλάθας καὶ ἔθετο ἐπὶ τοὺς ὄνους
19καὶ εἶπε τοῖς παιδαρίοις αὐτῆς· προπορεύεσθε ἔμπροσθέν μου, καὶ ἰδοὺ ἐγὼ ὀπίσω ὑμῶν παραγίνομαι. καὶ τῷ ἀνδρὶ αὐτῆς οὐκ ἀπήγγειλε.
20καὶ ἐγενήθη αὐτῆς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπῃ τοῦ ὄρους καὶ ἰδοὺ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ κατέβαινον εἰς συνάντησιν αὐτῆς, καὶ ἀπήντησεν αὐτοῖς·
21καὶ Δαυὶδ εἶπεν· ἴσως εἰς ἄδικον πεφύλακα πάντα τὰ αὐτοῦ ἐν τῇ ἐρήμῳ καὶ οὐκ ἐνετειλάμεθα λαβεῖν ἐκ πάντων τῶν αὐτοῦ οὐθέν, καὶ ἀνταπέδωκέ μοι πονηρὰ ἀντὶ ἀγαθῶν·
22τάδε ποιήσαι ὁ Θεὸς τῷ Δαυὶδ καὶ τάδε προσθείη, εἰ ὑπολείψομαι ἐκ πάντων τῶν τοῦ Νάβαλ ἕως πρωΐ οὐροῦντα πρὸς τοῖχον.
23καὶ εἶδεν Ἀβιγαία τὸν Δαυὶδ καὶ ἔσπευσε καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου καὶ ἔπεσεν ἐνώπιον Δαυὶδ ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν αὐτῷ ἐπὶ τὴν γῆν
24ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ εἶπεν· ἐν ἐμοὶ κύριέ μου ἡ ἀδικία· λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου, καὶ ἄκουσον λόγων τῆς δούλης σου.
25μὴ δὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον, ὅτι κατὰ τὸ ὄνομα αὐτοῦ οὗτός ἐστι· Νάβαλ ὄνομα αὐτῷ, καὶ ἀφροσύνη μετ᾿ αὐτοῦ· καὶ ἐγὼ ἡ δούλη σου οὐκ εἶδον τὰ παιδάρια τοῦ κυρίου μου, ἃ ἀπέστειλας.
26καὶ νῦν, κύριέ μου, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, καθὼς ἐκώλυσέ σε Κύριος τοῦ μὴ ἐλθεῖν εἰς αἷμα ἀθῷον καὶ σώζειν τὴν χεῖρά σού σοι, καὶ νῦν γένοιντο ὡς Νάβαλ οἱ ἐχθροί σου καὶ οἱ ζητοῦντες τῷ κυρίῳ μου κακά.
27καὶ νῦν λαβὲ τὴν εὐλογίαν ταύτην, ἣν ἐνήνοχεν ἡ δούλη σου τῷ κυρίῳ μου, καὶ δώσεις τοῖς παιδαρίοις τοῖς παρεστηκόσι τῷ κυρίῳ μου.
28ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει Κύριος τῷ κυρίῳ μου οἶκον πιστόν, ὅτι πόλεμον κυρίου μου ὁ Κύριος πολεμεῖ, καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε.
29καὶ ἀναστήσεται ἄνθρωπος καταδιώκων σε καὶ ζητῶν τὴν ψυχήν σου, καὶ ἔσται ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεσμῷ τῆς ζωῆς παρὰ Κυρίῳ τῷ Θεῷ, καὶ ψυχὴν ἐχθρῶν σου σφενδονήσεις ἐν μέσῳ τῆς σφενδόνης.
30καὶ ἔσται ὅτι ποιήσῃ Κύριος τῷ κυρίῳ μου πάντα, ὅσα ἐλάλησεν ἀγαθὰ ἐπὶ σέ, καὶ ἐντελεῖταί σοι εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ,
31καὶ οὐκ ἔσται σοι τοῦτο βδελυγμὸς καὶ σκάνδαλον τῷ κυρίῳ μου, ἐκχέαι αἷμα ἀθῷον δωρεὰν καὶ σῶσαι χεῖρα κυρίῳ μου αὐτῷ, καὶ ἀγαθώσει Κύριος τῷ κυρίῳ μου, καὶ μνησθήσῃ τῆς δούλης σου ἀγαθῶσαι αὐτῇ.
32καὶ εἶπε Δαυὶδ τῇ Ἀβιγαίᾳ· εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραήλ, ὃς ἀπέστειλέ σε σήμερον ἐν ταύτῃ εἰς ἀπάντησίν μοι.
33καὶ εὐλογητὸς ὁ τρόπος σου, καὶ εὐλογημένη σὺ ἡ ἀποκωλύσασά με σήμερον ἐν ταύτῃ μὴ ἐλθεῖν εἰς αἵματα καὶ σῶσαι χεῖρά μου ἐμοί.
34πλὴν ὅτι ζῇ Κύριος ὁ Θεὸς Ἰσραήλ, ὃς ἀπεκώλυσέ με σήμερον τοῦ κακοποιῆσαί σε, ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰς ἀπάντησίν μοι, τότε εἶπα· εἰ ὑπολειφθήσεται τῷ Νάβαλ ἕως φωτὸς τοῦ πρωΐ οὐρῶν πρὸς τοῖχον.
35καὶ ἔλαβε Δαυὶδ ἐκ χειρὸς αὐτῆς πάντα, ἃ ἔφερεν αὐτῷ, καὶ εἶπεν αὐτῇ· ἀνάβηθι εἰς εἰρήνην εἰς οἶκόν σου· βλέπε, ἤκουσα τῆς φωνῆς σου καὶ ἠρέτισα τὸ πρόσωπόν σου.
36καὶ παρεγενήθη Ἀβιγαία πρὸς Νάβαλ, καὶ ἰδοὺ αὐτῷ πότος ἐν οἴκῳ αὐτοῦ ὡς πότος βασιλέως, καὶ ἡ καρδία Νάβαλ ἀγαθὴ ἐπ᾿ αὐτόν, καὶ αὐτὸς μεθύων ἕως σφόδρα· καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ρῆμα μικρὸν ἢ μέγα ἕως φωτὸς τοῦ πρωΐ.
37καὶ ἐγένετο πρωΐ, ὡς ἐξένηψεν ἀπὸ τοῦ οἴνου Νάβαλ, ἀπήγγειλεν ἡ γυνὴ αὐτοῦ τὰ ρήματα ταῦτα, καὶ ἐναπέθανεν ἡ καρδία αὐτοῦ ἐν αὐτῷ, καὶ αὐτὸς γίνεται ὡς λίθος.
38καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι καὶ ἐπάταξε Κύριος τὸν Νάβαλ, καὶ ἀπέθανε.
39καὶ ἤκουσε Δαυὶδ καὶ εἶπεν· εὐλογητὸς Κύριος, ὃς ἔκρινε τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Νάβαλ, καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν, καὶ τὴν κακίαν Νάβαλ ἀπέστρεψε Κύριος εἰς κεφαλὴν αὐτοῦ. καὶ ἀπέστειλε Δαυὶδ καὶ ἐλάλησε περὶ Ἀβιγαίας, λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα.
40καὶ ἦλθον οἱ παῖδες Δαυὶδ πρὸς Ἀβιγαίαν εἰς Κάρμηλον καὶ ἐλάλησαν αὐτῇ λέγοντες· Δαυὶδ ἀπέστειλεν ἡμᾶς πρός σε λαβεῖν σε αὐτῷ εἰς γυναῖκα.
41καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον καὶ εἶπεν· ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου.
42καὶ ἀνέστη Ἀβιγαία καὶ ἐπέβη ἐπί τὴν ὄνον καὶ πέντε κοράσια ἠκολούθουν αὐτῇ, καὶ ἐπορεύθη ὀπίσω τῶν παίδων Δαυίδ, καὶ γίνεται αὐτῷ εἰς γυναῖκα.
43καὶ τὴν Ἀχινόομ ἔλαβε Δαυὶδ ἐξ Ἰεζραέλ, καὶ ἀμφότεραι ἦσαν αὐτῷ γυναῖκες.
44καὶ Σαοὺλ ἔδωκε Μελχὸλ τὴν θυγατέρα αὐτοῦ τὴν γυναῖκα Δαυὶδ τῷ Φαλτὶ υἱῷ Ἀμὶς τῷ ἐκ Ρομμά.