1 Samuel 26:6
καὶ ἀπεκρίθη Δαυὶδ και εἶπε πρὸς Ἀβιμέλεχ τὸν Χετταῖον καὶ πρὸς Ἀβεσσὰ υἱὸν Σαρουΐας ἀδελφὸν Ἰωὰβ λέγων· τίς εἰσελεύσεται μετ᾿ ἐμοῦ πρὸς Σαοὺλ εἰς τὴν παρεμβολήν; καὶ εἶπεν Ἀβεσσά· ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Genesis 15:20καὶ τοὺς Χετταίους καὶ τοὺς Φερεζαίους καὶ Ραφαεὶν καὶ τοὺς Ἀμορραίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Εὐαίους καὶ τοὺς Γεργεσαίους καὶ τοὺς Ἰεβουσαίους.
1 Samuel 14:6καὶ εἶπεν Ἰωνάθαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ· δεῦρο διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀπεριτμήτων τούτων, εἴτι ποιήσαι Κύριος ἡμῖν· ὅτι οὐκ ἔστι τῷ Κυρίῳ συνεχόμενον σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις.
2 Samuel 2:18καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουΐας, Ἰωὰβ καὶ Ἀβεσσὰ καὶ Ἀσαήλ, καὶ Ἀσαὴλ κοῦφος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ.
2 Samuel 11:21τίς ἐπάταξε τὸν Ἀβιμέλεχ υἱὸν Ἱεροβάαλ υἱοῦ Νήρ; οὐχὶ γυνὴ ἔρριψε κλάσμα μύλου ἐπ' αὐτὸν ἀπὸ ἄνωθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασί; ἱνατί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς· καί γε ὁ δοῦλός σου Οὐρίας ὁ Χετταῖος ἀπέθανε.
2 Samuel 12:9τί ὅτι ἐφαύλισας τὸν λόγον Κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ; τὸν Οὐρίαν τὸν Χετταῖον ἐπάταξας ἐν ρομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ρομφαίᾳ υἱῶν Ἀμμών.
2 Samuel 18:5καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἰωὰβ καὶ τῷ Ἀβεσσὰ καὶ τῷ Ἐθθὶ λέγων· φείσασθέ μοι τοῦ παιδαρίου τοῦ Ἀβεσσαλώμ· καὶ πᾶς ὁ λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσι τοῖς ἄρχουσιν ὑπὲρ Ἀβεσσαλώμ,