1 Samuel 28:15
καὶ εἶπε Σαμουήλ· ἱνατί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπε Σαούλ· θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ Θεὸς ἀφέστηκεν ἀπ᾿ ἐμοῦ καὶ οὐκ ἐπακήκοέ μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
16καὶ εἶπε Σαμουήλ· ἱνατί ἐπερωτᾷς με; καὶ Κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονε μετὰ τοῦ πλησίον σου·
Cross References
Judges 16:20καὶ εἶπε Δαλιδά· ἀλλόφυλοι ἐπὶ σέ, Σαμψών. καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ καὶ ἐκτιναχθήσομαι· καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ὁ Κύριος ἀπέστη ἀπάνωθεν αὐτοῦ.
1 Samuel 16:14Καὶ πνεῦμα Κυρίου ἀπέστη ἀπὸ Σαούλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ Κυρίου.
1 Samuel 23:2καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Κυρίου λέγων· εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους; καὶ εἶπε Κύριος· πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κεϊλά.
1 Samuel 23:9καὶ ἔγνω Δαυὶδ ὅτι οὐ παρασιωπᾷ Σαοὺλ περὶ αὐτοῦ τὴν κακίαν, καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιάθαρ τὸν ἱερέα· προσάγαγε τὸ ἐφοὺδ Κυρίου.
1 Samuel 28:8καὶ συνεκαλύψατο Σαοὺλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ᾿ αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ· μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι.
1 Samuel 30:6καὶ ἐθλίβη Δαυὶδ σφόδρα, ὅτι εἶπεν ὁ λαὸς λιθοβολῆσαι αὐτόν, ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ, ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς θυγατέρας αὐτοῦ· καὶ ἐκραταιώθη Δαυὶδ ἐν Κυρίῳ Θεῷ αὐτοῦ.