1 Samuel 29:6
καὶ ἐκάλεσεν Ἀγχοῦς τὸν Δαυὶδ καὶ εἶπεν αὐτῷ· ζῇ Κύριος, ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου, καὶ ἡ ἔξοδός σου και ἡ εἴσοδός σου μετ᾿ ἐμοῦ ἐν τῇ παρεμβολῇ, καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ᾿ ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας· καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Numbers 27:17ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτῶν καὶ ὅστις εἰσελεύσεται πρὸ προσώπου αὐτῶν καὶ ὅστις ἐξάξει αὐτοὺς καὶ ὅστις εἰσάξει αὐτούς, καὶ οὐκ ἔσται ἡ συναγωγὴ Κυρίου ὡσεὶ πρόβατα οἷς οὐκ ἔστι ποιμήν.
Joshua 22:30Καὶ ἀκούσας Φινεὲς ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς Ἰσραήλ, οἳ ἦσαν μετ' αὐτοῦ, τοὺς λόγους, οὓς ἐλάλησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, καὶ ἤρεσεν αὐτοῖς.
1 Samuel 27:8καὶ ἀνέβαινε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρὶ καὶ ἐπὶ τὸν Ἀμαληκίτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψοὺρ τετειχισμένων καὶ ἕως γῆς Αἰγύπτου.
1 Samuel 29:3καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων· τίνες οἱ διαπορευόμενοι οὗτοι; καὶ εἶπεν Ἀγχοῦς πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων· οὐχ οὗτος Δαυὶδ ὁ δοῦλος Σαοὺλ βασιλέως Ἰσραήλ; γέγονε μεθ᾿ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος, καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφ᾿ ἧς ἡμέρας ἐνέπεσε πρός με καὶ ἕως τῆς ἡμέρας ταύτης.
2 Kings 19:27καὶ τὴν καθέδραν σου καὶ τὴν ἔξοδόν σου ἔγνων καὶ τὸν θυμόν σου ἐπ᾿ ἐμέ,
Isaiah 37:28νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι.