1 Samuel 3
1ΚΑΙ τὸ παιδάριον Σαμουὴλ ἦν λειτουργῶν τῷ Κυρίῳ ἐνώπιον Ἡλὶ τοῦ ἱερέως· καὶ ρῆμα Κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα.
2καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ Ἡλὶ ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι, καὶ οὐκ ἠδύναντο βλέπειν.
3καὶ ὁ λύχνος τοῦ Θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ, οὗ ἡ κιβωτὸς τοῦ Θεοῦ.
4καὶ ἐκάλεσε Κύριος· Σαμουὴλ Σαμουήλ· καὶ εἶπεν· ἰδοὺ ἐγώ.
5καὶ ἔδραμε πρὸς Ἡλὶ καὶ εἶπεν· ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν· οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε· καὶ ἀνέστρεψε καὶ ἐκάθευδε.
6καὶ προσέθετο Κύριος καὶ ἐκάλεσε· Σαμουὴλ Σαμουήλ· καὶ ἐπορεύθη πρὸς Ἡλὶ τὸ δεύτερον καὶ εἶπεν· ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν· οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε·
7καὶ Σαμουὴλ πρὶν ἢ γνῶναι Θεὸν καὶ ἀποκαλυφθῆναι αὐτῷ ρῆμα Κυρίου.
8καὶ προσέθετο Κύριος καλέσαι Σαμουὴλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ἡλὶ καὶ εἶπεν· ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με. καὶ ἐσοφίσατο Ἡλὶ ὅτι Κύριος κέκληκε τὸ παιδάριον,
9καὶ εἶπεν· ἀνάστρεφε, κάθευδε, τέκνον, καὶ ἔσται ἐὰν καλέσῃ σε καὶ ἐρεῖς· λάλει, Κύριε, ὅτι ἀκούει ὁ δοῦλός σου. καὶ ἐπορεύθῃ Σαμουὴλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ.
10καὶ ἦλθε Κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ, καὶ εἶπε Σαμουήλ· λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου.
11καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἰδοὺ ἐγὼ ποιῶ τὰ ρήματά μου ἐν Ἰσραήλ, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ.
12ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ἡλὶ πάντα, ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω.
13καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτοὺς
14καὶ οὐδ᾿ οὕτως. ὤμοσα τῷ οἴκῳ Ἡλί· εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ἡλὶ ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος.
15καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωΐ καὶ ὤρθρισε τὸ πρωΐ καὶ ἤνοιξε τὰς θύρας οἴκου Κυρίου· καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν τῷ Ἡλί.
16καὶ εἶπεν Ἡλὶ πρὸς Σαμουήλ· Σαμουὴλ τέκνον· καὶ εἶπεν· ἰδοὺ ἐγώ.
17καὶ εἶπε· τί τὸ ρῆμα τὸ λαληθὲν πρός σε; μὴ δὴ κρύψῃς ἀπ᾿ ἐμοῦ· τάδε ποιήσαι σοι ὁ Θεὸς καὶ τάδε προσθείη, ἐὰν κρύψῃς ἀπ᾿ ἐμοῦ ρῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσί σου.
18καὶ ἀπήγγειλε Σαμουὴλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ᾿ αὐτοῦ. καὶ εἶπεν Ἡλί· Κύριος αὐτός, τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει.
19καὶ ἐμεγαλύνθη Σαμουήλ, καὶ ἦν Κύριος μετ᾿ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν.
20καὶ ἔγνωσαν πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ὅτι πιστὸς Σαμουὴλ εἰς προφήτην τῷ Κυρίῳ.
21καὶ προσέθετο Κύριος δηλωθῆναι ἐν Σηλώμ, ὅτι ἀπεκαλύφθη Κύριος πρὸς Σαμουήλ· καὶ ἐπιστεύθη Σαμουὴλ τοῦ προφήτης γενέσθαι τῷ Κυρίῳ εἰς πάντα Ἰσραὴλ ἀπ᾿ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων. καὶ Ἡλὶ πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον Κυρίου.