1 Samuel 6:4
καὶ λέγουσι· τί τὸ τῆς βασάνου ἀποδώσομεν αὐτῇ; καὶ εἶπαν· κατ᾿ ἀριθμὸν τῶν σατραπῶν τῶν ἀλλοφύλων πέντε ἕδρας χρυσᾶς, ὅτι πταῖσμα ἐν ὑμῖν καὶ τοῖς ἄρχουσιν ὑμῶν καὶ τῷ λαῷ,
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Joshua 13:3ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων Ἀκκαρὼν ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῖς πέντε σατραπείαις τῶν Φυλιστιείμ, τῷ Γαζαίῳ καὶ τῷ Ἀζωτίῳ καὶ τῷ Ἀσκαλωνίτῃ καὶ τῷ Γετθαίῳ καὶ τῷ Ἀκκαρωνίτῃ· καὶ τῷ Εὐαίῳ
Judges 14:19καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ κατέβη εἰς Ἀσκάλωνα καὶ ἐπάταξεν ἐξ αὐτῶν τριάκοντα ἄνδρας καὶ ἔλαβε τὰ ἱμάτια αὐτῶν καὶ ἔδωκε τὰς στολὰς τοῖς ἀπαγγείλασι τὸ πρόβλημα. καὶ ὠργίσθη θυμῷ Σαμψὼν καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ.
1 Samuel 5:9καὶ ἐγενήθη μετὰ τὸ μετελθεῖν αὐτὴν καὶ γίνεται χεὶρ Κυρίου τῇ πόλει, τάραχος μέγας σφόδρα, καὶ ἐπάταξε τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, καὶ ἐποίησαν οἱ Γεθαῖοι ἑαυτοῖς ἕδρας.
1 Samuel 6:5καὶ μῦς χρυσοῦς ὁμοίωμα τῶν μυῶν ὑμῶν τῶν διαφθειρόντων τὴν γῆν· καὶ δώσετε τῷ Κυρίῳ δόξαν, ὅπως κουφίσῃ τὴν χεῖρα αὐτοῦ ἀφ᾿ ὑμῶν καὶ ἀπὸ τῶν θεῶν ὑμῶν καὶ ἀπὸ τῆς γῆς ὑμῶν.