The Bible Software
1 Samuel · Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA

1 Samuel 7

1ΚΑΙ ἔρχονται οἱ ἄνδρες Καριαθιαρὶμ καὶ ἀνάγουσι τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον Ἀμιναδὰβ τὸν ἐν τῷ βουνῷ· καὶ τὸν Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης Κυρίου.

2Καὶ ἐγενήθη ἀφ᾿ ἦς ἡμέρας ἧν ἡ κιβωτὸς ἐν Καριαθιαρίμ, ἐπλήθυναν αἱ ἡμέραι καὶ ἐγένετο εἴκοσι ἔτη, καὶ ἐπέβλεψε πᾶς οἶκος Ἰσραὴλ ὀπίσω Κυρίου.

3καὶ εἶπε Σαμουὴλ πρὸς πάντα οἶκον Ἰσραὴλ λέγων· εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς Κύριον, περιέλετε θεοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς Κύριον καὶ δουλεύσατε αὐτῷ μόνῳ, καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων.

4καὶ περιεῖλον οἱ υἱοὶ Ἰσραὴλ τὰς Βααλὶμ καὶ τὰ ἄλση Ἀσταρὼθ καὶ ἐδούλευσαν Κυρίῳ μόνῳ.

5καὶ εἶπε Σαμουήλ· ἀθροίσατε πάντα Ἰσραὴλ εἰς Μασσηφάθ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς Κύριον.

6καὶ συνήχθησαν εἰς Μασσηφὰθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον Κυρίου ἐπὶ τὴν γῆν. καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν· ἡμαρτήκαμεν ἐνώπιον Κυρίου· καὶ ἐδίκαζε Σαμουὴλ τοὺς υἱοὺς Ἰσραὴλ εἰς Μασσηφάθ.

7καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς Μασσηφάθ, καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ἰσραήλ· καὶ ἀκούουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων.

8καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Σαμουήλ· μὴ παρασιωπήσῃς ἀφ᾿ ἡμῶν τοῦ μὴ βοᾶν πρὸς Κύριον Θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων.

9καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ Κυρίῳ. καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ Ἰσραήλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος.

10καὶ ἦν Σαμουὴλ ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ἰσραήλ. καὶ ἐβρόντησε Κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους, καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ἰσραήλ.

11καὶ ἐξῆλθαν ἄνδρες Ἰσραὴλ ἐκ Μασσηφὰθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχόρ.

12καὶ ἔλαβε Σαμουὴλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφὰθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀβενέζερ, Λίθος τοῦ βοηθοῦ, καὶ εἶπεν· ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν Κύριος.

13καὶ ἐταπείνωσε Κύριος τοὺς ἀλλοφύλους, καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον Ἰσραήλ· καὶ ἐγενήθη χεὶρ Κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουήλ.

14καὶ ἀπεδόθησαν αἱ πόλεις, ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέδωκαν αὐτὰς τῷ Ἰσραὴλ ἀπὸ Ἀσκάλωνος ἕως Ἀζόβ, καὶ τὸ ὅριον Ἰσραὴλ ἀφείλοντο ἐκ χειρὸς ἀλλοφύλων. καὶ ἦν εἰρήνη ἀνὰ μέσον Ἰσραὴλ καὶ ἀνὰ μέσον τοῦ Ἀμορραίου.

15καὶ ἐδίκαζε Σαμουὴλ τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

16καὶ ἐπορεύετο κατ᾿ ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθὴλ καὶ τὴν Γαλγαλὰ καὶ τὴν Μασσηφὰθ καὶ ἐδίκαζε τὸν Ἰσραὴλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις·

17ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς Ἀρμαθαὶμ ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ, καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ἰσραὴλ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.

← 1 Samuel 6Read In The App, Free →1 Samuel 8 →

Study 1 Samuel 7

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

12345678910111213141516171819202122232425262728293031