1 Samuel 8:7
καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἄκουε τῆς φωνῆς τοῦ λαοῦ, καθὰ ἂν λαλῶσί σοι· ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ᾿ ἢ ἐμὲ ἐξουθενήκασι τοῦ μὴ βασιλεύειν ἐπ᾿ αὐτῶν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Numbers 22:20καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ νυκτὸς καὶ εἶπεν αὐτῷ· εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι, ἀναστὰς ἀκολούθησον αὐτοῖς· ἀλλὰ τὸ ρῆμα, ὃ ἐὰν λαλήσω πρὸς σε, τοῦτο ποιήσεις.
1 Samuel 10:19καὶ ὑμεῖς σήμερον ἐξουδενήκατε τὸν Θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν, καὶ εἴπατε· οὐχί, ἀλλ᾿ ἢ ὅτι βασιλέα καταστήσεις ἐφ᾿ ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον Κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν.
1 Samuel 12:12καὶ ἴδετε ὅτι Νάας βασιλεὺς υἱῶν Ἀμμὼν ἦλθεν ἐφ᾿ ὑμᾶς, καὶ εἴπατε· οὐχί, ἀλλ᾿ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ᾿ ἡμῶν· καὶ Κύριος ὁ Θεὸς ἡμῶν βασιλεὺς ἡμῶν.
Hosea 13:10ποῦ ὁ βασιλεύς σου οὗτος; καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσί σου· κρινάτω σε ὃν εἶπας· δός μοι βασιλέα καὶ ἄρχοντα.