Παραλειπομένων 1:14
Καὶ συνήγαγε Σαλωμὼν ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένοντο αὐτῷ χίλια καὶ τετρακόσια ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων· καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσι τῶν ἁρμάτων, καὶ ὁ λαὸς μετὰ τοῦ βασιλέως ἐν Ἱερουσαλήμ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
1 Kings 10:26καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτὰς ἐν ταῖς πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ἱερουσαλήμ. 26α καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου. 27καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἱερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος,
2 Chronicles 9:25καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτοὺς ἐν πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ἱερουσαλήμ.