Παραλειπομένων 10:16
καὶ παντὸς Ἰσραήλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν. καὶ ἀπεκρίθη ὁ λαὸς πρὸς τὸν βασιλέα λέγων· τίς ἡμῶν ἡ μερὶς ἐν Δαυὶδ καὶ κληρονομία ἐν υἱῷ Ἰεσσαί; εἰς τὰ σκηνώματά σου, Ἰσραήλ· νῦν βλέπε τὸν οἶκόν σου, Δαυίδ. καὶ ἐπορεύθη πᾶς Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ·
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
17καὶ ἄνδρες Ἰσραὴλ καὶ οἱ κατοικοῦντες ἐν πόλεσιν Ἰούδα καὶ ἐβασίλευσεν ἐπ' αὐτῶν Ροβοάμ.
Cross References
1 Samuel 20:27καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυίδ, καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ· τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ἰεσσαὶ καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν;
1 Samuel 22:7καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ· ἀκούσατε δὴ υἱοὶ Βενιαμίν· εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς Ἰεσσαὶ ἀγροὺς καὶ ἀμπελῶνας καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους;
1 Samuel 22:13καὶ εἶπεν αὐτῷ Σαούλ· ἱνατί συνέθου κατ᾿ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ἰεσσαὶ δοῦναί σε αὐτῷ ἄρτον καὶ ρομφαίαν καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ θέσθαι αὐτὸν ἐπ᾿ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη;
2 Samuel 15:13καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς Δαυὶδ λέγων· ἐγενήθη ἡ καρδία ἀνδρῶν Ἰσραὴλ ὀπίσω Ἀβεσσαλώμ.
2 Samuel 20:1ΚΑΙ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος, καὶ ὄνομα αὐτῷ Σαβεέ, υἱὸς Βοχορὶ ἀνὴρ ὁ Ἰεμινί, καὶ ἐσάλπισε τῇ κερατίνῃ καὶ εἶπεν· οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυὶδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ἰεσσαί· ἀνὴρ εἰς τὰ σκηνώματά σου, Ἰσραήλ.
1 Kings 11:34καὶ οὐ μὴ λάβω τὴν βασιλείαν ὅλην ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ τὸν Δαυὶδ τὸν δοῦλόν μου, ὃν ἐξελεξάμην αὐτόν.