Παραλειπομένων 15:8
καὶ ἐν τῷ ἀκοῦσαι τοὺς λόγους τούτους καὶ τὴν προφητείαν Ἀδὰδ τοῦ προφήτου καὶ κατίσχυσε καὶ ἐξέβαλε τὰ βδελύγματα ἀπὸ πάσης τῆς γῆς Ἰούδα καὶ Βενιαμὶν καὶ ἀπὸ τῶν πόλεων, ὧν κατέσχεν Ἱεροβοὰμ ἐν ὄρει Ἐφραίμ, καὶ ἐνεκαίνισε τὸ θυσιαστήριον Κυρίου, ὃ ἦν ἔμπροσθεν τοῦ ναοῦ Κυρίου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
7καὶ ὑμεῖς ἰσχύσατε, καὶ μὴ ἐκλυέσθωσαν αἱ χεῖρες ὑμῶν, ὅτι ἔστι μισθὸς τῇ ἐργασίᾳ ὑμῶν.
Cross References
Deuteronomy 27:15Ἐπικατάρατος ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν, βδέλυγμα Κυρίῳ, ἔργον χειρῶν τεχνιτῶν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ· καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς ἐροῦσι· γένοιτο.
1 Kings 11:5τότε ᾠκοδόμησε Σαλωμὼν ὑψηλὸν τῷ Χαμώς, εἰδώλῳ Μωὰβ καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Ἀμμὼν
1 Kings 15:9Ἐν τῷ ἐνιαυτῷ τετάρτῳ καὶ εἰκοστῷ τοῦ Ἱεροβοὰμ βασιλέως Ἰσραὴλ βασιλεύει Ἀσὰ ἐπὶ Ἰούδαν
2 Kings 18:22καὶ ὅτι εἶπας πρός με· ἐπὶ Κύριον Θεὸν πεποίθαμεν· οὐχὶ αὐτὸς οὗτος, οὗ ἀπέστησεν Ἐζεκίας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ εἶπε τῷ Ἰούδᾳ καὶ τῇ Ἱερουσαλήμ· ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ἱερουσαλήμ;
2 Chronicles 4:1ΚΑΙ ἐποίησε θυσιαστήριον χαλκοῦν, εἴκοσι πήχεων τὸ μῆκος καὶ εἴκοσι πήχεων τὸ εὖρος καὶ δέκα πήχεων τὸ ὕψος.
2 Chronicles 13:19καὶ κατεδίωξεν Ἀβιὰ ὀπίσω Ἱεροβοὰμ καὶ προκατελάβετο παρ' αὐτοῦ πόλεις, τὴν Βαιθὴλ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ἰσανὰ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ἐφρὼν καὶ τὰς κώμας αὐτῆς.