Παραλειπομένων 19:11
καὶ ἰδοὺ Ἁμαρίας ὁ ἱερεὺς ἡγούμενος ἐφ' ὑμᾶς εἰς πάντα λόγον Κυρίου καὶ Ζαβδίας υἱὸς Ἰσμαὴλ ὁ ἡγούμενος εἰς οἶκον Ἰούδα πρὸς πάντα λόγον βασιλέως καὶ οἱ γραμματεῖς καὶ οἱ Λευῖται πρὸ προσώπου ὑμῶν· ἰσχύσατε καὶ ποιήσατε, καὶ ἔσται Κύριος μετὰ τοῦ ἀγαθοῦ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Joshua 1:6ἴσχυε καὶ ἀνδρίζου, σὺ γὰρ ἀποδιελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς.
1 Chronicles 6:11Ἑλκανὰ υἱὸς αὐτοῦ, Σουφὶ υἱὸς αὐτοῦ καὶ Ναὰθ υἱὸς αὐτοῦ,
1 Chronicles 22:16ἐν χρυσίῳ καὶ ἀργυρίῳ, ἐν χαλκῷ καὶ ἐν σιδήρῳ οὐκ ἔστιν ἀριθμός. ἀνάστηθι καὶ ποίει, καὶ Κύριος μετὰ σοῦ.
1 Chronicles 26:30τῷ Χεβρωνὶ Ἀσαβίας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί, χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ Ἰσραήλ, πέραν τοῦ Ἰορδάνου πρὸς δυσμαῖς, εἰς πᾶσαν λειτουργίαν Κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως.
1 Chronicles 28:20καὶ εἶπε Δαυὶδ Σαλωμὼν τῷ υἱῷ αὐτοῦ· ἴσχυε καὶ ἀνδρίζου καὶ ποίει, μὴ φοβοῦ μηδὲ πτοηθῇς, ὅτι Κύριος ὁ Θεός μου μετὰ σοῦ, οὐ ἀνήσει σε καὶ οὐ μή σε ἐγκαταλίπῃ ἕως τοῦ συντελέσαι σε πᾶσαν ἐργασίαν λειτουργίας οἴκου Κυρίου. καὶ ἰδοὺ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τοῦ οἴκου αὐτοῦ καὶ ζακχὼ αὐτοῦ καὶ τὰ ὑπερῷα καὶ τὰς ἀποθήκας τὰς ἐσωτέρας καὶ τὸν οἶκον τοῦ ἱλασμοῦ καὶ τὸ παράδειγμα οἴκου Κυρίου.
2 Chronicles 15:7καὶ ὑμεῖς ἰσχύσατε, καὶ μὴ ἐκλυέσθωσαν αἱ χεῖρες ὑμῶν, ὅτι ἔστι μισθὸς τῇ ἐργασίᾳ ὑμῶν.