Παραλειπομένων 20:10
καὶ νῦν ἰδοὺ οἱ υἱοὶ Ἀμμὼν καὶ Μωὰβ καὶ ὄρος Σηείρ, εἰς οὓς οὐκ ἔδωκας τῷ Ἰσραὴλ διελθεῖν δι' αὐτῶν, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, ὅτι ἐξέκλιναν ἀπ' αὐτῶν καὶ οὐκ ἐξωλόθρευσαν αὐτούς.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Numbers 20:21καὶ οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ' αὐτοῦ.
Deuteronomy 2:9καὶ εἶπε Κύριος πρός με· μὴ ἐχθραίνετε τοῖς Μωαβίταις καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λὼτ δέδωκα τὴν Ἀροὴρ κληρονομεῖν. (10 οἱ Ὀμμὶν πρότεροι ἐνεκάθηντο ἐπ᾿ αὐτῆς ἔθνος μέγα καὶ πολὺ καὶ ἰσχύοντες, ὥσπερ οἱ Ἐνακίμ·
Judges 11:15καὶ εἶπεν αὐτῷ· οὕτω λέγει Ἰεφθάε· οὐκ ἔλαβεν Ἰσραὴλ τὴν γῆν Μωὰβ καὶ τὴν γῆν υἱῶν Ἀμμών·
2 Chronicles 20:22καὶ ἐν τῷ ἄρξασθαι αὐτοὺς τῆς αἰνέσεως καὶ τῆς ἐξομολογήσεως ἔδωκε Κύριος πολεμεῖν τοὺς υἱοὺς Ἀμμὼν ἐπὶ Μωὰβ καὶ ὄρος Σηεὶρ τοὺς ἐξελθόντας ἐπὶ Ἰούδαν, καὶ ἐτροπώθησαν.