Παραλειπομένων 25:27
καὶ ἐν τῷ καιρῷ, ᾧ ἀπέστη Ἀμασίας ἀπὸ Κυρίου, καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν, καὶ ἔφυγεν ἀπὸ Ἱερουσαλὴμ εἰς Λαχίς· καὶ ἀπέστειλαν κατόπισθεν αὐτοῦ εἰς Λαχὶς καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
28καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ.
Cross References
Joshua 10:31καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ ἐκ Λεβνὰ εἰς Λαχὶς καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκει αὐτήν.
2 Kings 14:19καὶ συνεστράφησαν ἐπ᾿ αὐτὸν σύστρεμμα ἐν Ἱερουσαλήμ, καὶ ἔφυγεν εἰς Λαχίς· καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχὶς καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ.
2 Chronicles 15:2καὶ ἐξῆλθεν εἰς ἀπάντησιν Ἀσὰ καὶ παντὶ Ἰούδᾳ καὶ Βενιαμὶν καὶ εἶπεν· ἀκούσατέ μου, Ἀσὰ καὶ πᾶς Ἰούδα καὶ Βενιαμίν. Κύριος μεθ' ὑμῶν ἐν τῷ εἶναι ὑμᾶς μετ' αὐτοῦ, καὶ ἐὰν ἐκζητήσητε αὐτόν, εὑρεθήσεται ὑμῖν, καὶ ἐὰν ἐγκαταλίπητε αὐτόν, ἐγκαταλείψει ὑμᾶς.
2 Chronicles 24:25καὶ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς ἀπ' αὐτοῦ, ἐν τῷ ἐγκαταλιπεῖν αὐτὸν ἐν μαλακίαις μεγάλαις καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ Ἰωδαέ τοῦ ἱερέως καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ, καὶ ἀπέθανε· καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων.