Παραλειπομένων 30:1
ΚΑΙ ἀπέστειλεν Ἐζεκίας ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδα καὶ ἐπιστολὰς ἔγραψαν ἐπὶ τὸν Ἐφραὶμ καὶ Μανασσῆ ἐλθεῖν εἰς οἶκον Κυρίου εἰς Ἱερουσαλὴμ ποιῆσαι τὸ φασὲκ τῷ Κυρίῳ Θεῷ Ἰσραήλ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Exodus 12:3λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων· τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ᾿ οἴκους πατριῶν, ἕκαστος πρόβατον κατ᾿ οἰκίαν.
2 Kings 23:22ὅτι οὐκ ἐγενήθη τὸ πάσχα τοῦτο ἀφ᾿ ἡμερῶν τῶν κριτῶν, οἳ ἔκρινον τὸν Ἰσραήλ, καὶ πάσας τὰς ἡμέρας βασιλέων Ἰσραὴλ καὶ βασιλέων Ἰούδα,
2 Chronicles 11:16καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ἰσραήλ, οἳ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι Κύριον Θεὸν Ἰσραὴλ καὶ ἦλθον εἰς Ἱερουσαλὴμ θῦσαι Κυρίῳ Θεῷ τῶν πατέρων αὐτῶν
2 Chronicles 29:24καὶ ἔθυσαν αὐτοὺς οἱ ἱερεῖς καί ἐξιλάσαντο τὸ αἷμα αὐτῶν πρὸς τὸ θυσιαστήριον καὶ ἐξιλάσαντο περὶ παντὸς Ἰσραήλ, ὅτι εἶπεν ὁ βασιλεύς, περὶ παντὸς Ἰσραὴλ ἡ ὁλοκαύτωσις καὶ τὰ περὶ ἁμαρτίας.
2 Chronicles 35:6καὶ θύσατε τὸ φασὲκ καὶ ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν τοῦ ποιῆσαι κατὰ τὸν λόγον Κυρίου διὰ χειρὸς Μωυσῆ.
Hosea 7:8Ἐφραὶμ ἐν τοῖς λαοῖς αὐτοῦ συνεμίγνυτο, Ἐφραὶμ ἐγένετο ἐγκρυφίας οὐ μεταστρεφόμενος.