Παραλειπομένων 30:27
καὶ ἀνέστησαν οἱ ἱερεῖς οἱ Λευῖται καὶ εὐλόγησαν τὸν λαόν· καὶ ἐπηκούσθη ἡ φωνὴ αὐτῶν, καὶ ἦλθεν ἡ προσευχὴ αὐτῶν εἰς τὸ κατοικητήριον τὸ ἅγιον αὐτοῦ εἰς τὸν οὐρανόν.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
Numbers 6:23λάλησον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων· οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ἰσραήλ, λέγοντες αὐτοῖς·
Deuteronomy 26:15κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου ἐκ τοῦ οὐρανοῦ καὶ εὐλόγησον τὸν λαόν σου τὸν Ἰσραὴλ καὶ τὴν γῆν, ἣν ἔδωκας αὐτοῖς, καθὰ ὤμοσας τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν γῆν ρέουσαν γάλα καὶ μέλι.
1 Kings 8:39καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἵλεως ἔσῃ καὶ ποιήσεις καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καθὼς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι σὺ μονώτατος οἶδας τὴν καρδίαν πάντων υἱῶν ἀνθρώπων,
2 Chronicles 23:18καὶ ἐνεχείρισεν Ἰωδαὲ ὁ ἱερεὺς τὰ ἔργα οἴκου Κυρίου διὰ χειρὸς ἱερέων καὶ Λευιτῶν καὶ ἀνέστησε τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ἃς διέστειλε Δαυὶδ ἐπὶ τὸν οἶκον Κυρίου καὶ ἀνενέγκαι ὁλοκαυτώματα Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Μωυσῆ, ἐν εὐφροσύνῃ καὶ ἐν ᾠδαῖς διὰ χειρὸς Δαυίδ.
Isaiah 57:15Τάδε λέγει Κύριος ὁ Ὓψιστος, ὁ ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ, Κύριος Ὓψιστος ἐν ἁγίοις ἀναπαυόμενος καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν·
Isaiah 66:1ΟΥΤΩΣ λέγει Κύριος· ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου;