Παραλειπομένων 32:15
νῦν οὖν μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας καὶ μὴ πεποιθέναι ὑμᾶς ποιείτω κατὰ ταῦτα, καὶ μὴ πιστεύετε αὐτῷ· ὅτι οὐ μὴ δύνηται ὁ Θεὸς παντὸς ἔθνους καὶ βασιλείας τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου, ὅτι ὁ Θεὸς ὑμῶν οὐ μὴ σώσει ὑμᾶς ἐκ χειρός μου.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
16καὶ ἔτι ἐλάλησαν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸν Κύριον Θεὸν καὶ ἐπὶ Ἐζεκίαν παῖδα αὐτοῦ.
Cross References
Exodus 5:2καὶ εἶπε Φαραώ· τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραήλ; οὐκ οἶδα τὸν Κύριον καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω.
1 Kings 22:22καὶ εἶπε πρὸς αὐτὸν Κύριος· ἐν τίνι; καὶ εἶπεν· ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς εἰς τὸ στόμα πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν· ἀπατήσεις καί γε δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτως.
2 Kings 19:10μὴ ἐπαιρέτω σε ὁ Θεός σου, ἐφ᾿ ᾧ σὺ πέποιθας ἐπ᾿ αὐτῷ λέγων· οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων.
Isaiah 36:18μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λέγων· ὁ Θεὸς ὑμῶν ρύσεται ὑμᾶς. μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων;