2 Chronicles 34:13
καὶ ἐπὶ τῶν νωτοφόρων καὶ ἐπὶ πάντων τῶν ποιούντων τὰ ἔργα ἐργασία καὶ ἐργασία, καὶ ἀπὸ τῶν Λευιτῶν γραμματεῖς καὶ κριταὶ καὶ πυλωροί.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
Cross References
1 Chronicles 9:17οἱ πυλωροί· Σαλώμ, Ἀκούμ, Τελμὼν καὶ Αἰμὰν καὶ ἀδελφοὶ αὐτῶν, Σαλὼμ ὁ ἄρχων·
1 Chronicles 16:38καὶ Ἀβδεδὸμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑξήκοντα καὶ ὀκτώ, καὶ Ἀβδεδὸμ υἱὸς Ἰδιθοὺν καὶ Ὀσσὰ εἰς πυλωρούς.
1 Chronicles 23:4ἀπὸ τῶν ἐργοδιωκτῶν ἐπὶ τὰ ἔργα οἴκου Κυρίου εἰκοσιτέσσαρες χιλιάδες καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι
1 Chronicles 26:1ΕΙΣ διαιρέσεις τῶν πυλῶν· υἱοὶ Κορεΐμ Μοσελλεμία υἱὸς Κωρὴ ἐκ τῶν υἱῶν Ἀσάφ.
2 Chronicles 2:10καὶ ἰδοὺ τοῖς ἐργαζομένοις τοῖς κόπτουσι ξύλα εἰς βρώματα δέδωκα σῖτον εἰς δόματα τοῖς παισί σου κόρων πυροῦ εἴκοσι χιλιάδας καὶ κριθῶν κόρων εἴκοσι χιλιάδας καὶ οἴνου μέτρων εἴκοσι χιλιάδας καὶ ἐλαίου μέτρων εἴκοσι χιλιάδας.
2 Chronicles 8:10καὶ οὗτοι ἄρχοντες τῶν προστατῶν βασιλέως Σαλωμών· πεντήκοντα καὶ διακόσιοι ἐργοδιωκτοῦντες ἐν τῷ λαῷ.