bible.software › Παραλειπομένων › Παραλειπομένων 35 › Παραλειπομένων 35:20
Παραλειπομένων 35:20
Καὶ ἀνέβη φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα Ἀσσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ ἐπορεύθη βασιλεὺς Ἰωσίας εἰς συνάντησιν αὐτῷ.
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
After all this, when Josiah had prepared the temple, Necho king of Egypt came up to fight against Charchemish by Euphrates: and Josiah went out against him.
In Context
19τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰωσίου ἐποιήθη τὸ φασὲκ τοῦτο. 19α καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θεραφὶν καὶ τὰ εἴδωλα καὶ τὰ καρησίμ, ἃ ἦν ἐν γῇ Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ ἐνεπύρισεν ὁ βασιλεὺς Ἰωσίας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου, οὗ εὗρε Χελκίας ὁ ἱερεὺς ἐν τῷ οἴκῳ Κυρίου. 19β ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετ' αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ· 19γ πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ τοῦ μεγάλου, οὗ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰούδᾳ, ἐπὶ πάντα τὰ παροργίσματα αὐτοῦ, ἃ παρώργισε Μανασσῆς. 19δ καὶ εἶπε Κύριος· καί γε τὸν Ἰούδαν ἀποστήσω ἀπὸ προσώπου μου, καθὼς ἀπέστησα τὸν Ἰσραήλ, καὶ ἀπωσάμην τὴν πόλιν, ἣν ἐξελεξάμην τὴν Ἱερουσαλήμ, καὶ τὸν οἶκον ὃν εἶπα· ἔσται τὸ ὄνομά μου ἐκεῖ.
21καὶ ἀπέστειλε πρὸς αὐτὸν ἀγγέλους λέγων· τί ἐμοὶ καὶ σοί, βασιλεῦ Ἰούδα; οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον πολεμῆσαι, καὶ ὁ Θεὸς εἶπε τοῦ κατασπεῦσαί με· πρόσεχε ἀπὸ τοῦ Θεοῦ τοῦ μετ' ἐμοῦ μὴ καταφθείρῃ σε.
Read all of Παραλειπομένων 35
Cross References
2 Kings 23:26πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ τῆς μεγάλης, οὗ ἐθυμώθη ὀργῇ αὐτοῦ ἐν τῷ Ἰούδᾳ ἐπὶ τοὺς παροργισμούς, οὓς παρώργισεν αὐτὸν Μανασσῆς.
2 Chronicles 32:1ΚΑΙ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθε Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων καὶ ἦλθεν ἐπὶ Ἰούδαν καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις καὶ εἶπε προκαταλαβέσθαι αὐτάς.
Jeremiah 46:2καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκία, ἐν τῷ μηνὶ τῷ τετάρτῳ, ἐνάτῃ τοῦ μηνός, ἐρράγη ἡ πόλις.
This Verse In Other Editions
Study Παραλειπομένων 35:20