Παραλειπομένων 35:3
καὶ εἶπε τοῖς Λευίταις τοῖς δυνατοῖς ἐν παντὶ Ἰσραὴλ τοῦ ἁγιασθῆναι αὐτοὺς τῷ Κυρίῳ, καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἶκον, ὃν ᾠκοδόμησε Σαλωμὼν υἱὸς Δαυὶδ τοῦ βασιλέως Ἰσραήλ. καὶ εἶπεν ὁ βασιλεύς· οὐκ ἔστιν ὑμῖν ἐπ' ὤμων ἆραι οὐδέν· νῦν οὖν λειτουργήσατε τῷ Κυρίῳ Θεῷ ὑμῶν καὶ τῷ λαῷ αὐτοῦ Ἰσραὴλ
Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA
In The King James Version
In Context
2καὶ ἔστησε τοὺς ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν καὶ κατίσχυσεν αὐτοὺς εἰς τὰ ἔργα οἴκου Κυρίου.
Cross References
Numbers 4:15καὶ συντελέσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ καλύπτοντες τὰ ἅγια καὶ πάντα τὰ σκεύη τὰ ἅγια ἐν τῷ ἐξαίρειν τὴν παρεμβολήν, καὶ μετὰ ταῦτα εἰσελεύσονται υἱοὶ Καὰθ αἴρειν καὶ οὐχ ἅψονται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσι· ταῦτα ἀροῦσιν οἱ υἱοὶ Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
Numbers 16:9μὴ μικρόν ἐστι τοῦτο ὑμῖν, ὅτι διέστειλεν ὁ Θεὸς Ἰσραὴλ ὑμᾶς ἐκ συναγωγῆς Ἰσραὴλ καὶ προσηγάγετο ὑμᾶς πρὸς ἑαυτὸν λειτουργεῖν τὰς λειτουργίας τῆς σκηνῆς Κυρίου καὶ παρίστασθαι ἔναντι τῆς σκηνῆς λατρεύειν αὐτοῖς;
1 Chronicles 23:26καὶ οἱ Λευῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς·
2 Chronicles 8:11Καὶ τὴν θυγατέρα Φαραὼ ἀνήγαγε Σαλωμὼν ἐκ πόλεως Δαυὶδ εἰς τὸν οἶκον, ὃν ᾠκοδόμησεν αὐτῇ, ὅτι εἶπεν· οὐ κατοικήσει ἡ γυνή μου ἐν πόλει Δαυὶδ τοῦ βασιλέως Ἰσραήλ, ὅτι ἅγιός ἐστιν οὗ εἰσῆλθεν ἐκεῖ κιβωτὸς Κυρίου.
2 Chronicles 17:8καὶ μετ' αὐτῶν οἱ Λευῖται Σαμαίας καὶ Ναθανίας καὶ Ζαβδίας καὶ Ἀσιὴλ καὶ Σεμιραμὼθ καὶ Ἰωνάθαν καὶ Ἀδωνίας καὶ Τωβίας, οἱ Λευῖται, καὶ μετ' αὐτῶν Ἐλισαμὰ καὶ Ἰωρὰμ οἱ ἱερεῖς,
2 Chronicles 30:22καὶ ἐλάλησεν Ἐζεκίας ἐπὶ πᾶσαν καρδίαν τῶν Λευιτῶν καὶ τῶν συνιόντων σύνεσιν ἀγαθὴν τῷ Κυρίῳ· καὶ συνετέλεσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας θύοντες θυσίαν σωτηρίου καὶ ἐξομολογούμενοι τῷ Κυρίῳ Θεῷ τῶν πατέρων αὐτῶν.